Venetus A (Marciana 454 = 822), folio 318, verso
previous | next |
---|---|
msA 318r | msA 319r |
Iliad text (25 lines)
Iliad 24.380: ἂλλ’ ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον:
Iliad 24.381: ἢ έπῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ
Commented on by msA 24.62
Iliad 24.382: ἄνδρας ἐς ἀλλοδαποὺς, ἵνα περ τάδε τοι σόα μίμνῃ.
Iliad 24.383: ἠ ἤδη πάντες καταλείπετε καταλείψετε Ἴ̈λιον ϊρὴν
Commented on by msAim 24.24
Iliad 24.384: δειδιότες. τοῖος γὰρ ἀνὴρ ὥ’ριστος ὄλωλε.
Iliad 24.385: σὸς πάϊς. οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ’ Ἀχαιῶν :
Iliad 24.386: τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής:
Iliad 24.387: τίς δὲ σὺ ἐσσι φέριστε. τέων δ’ ἔξεσσι τοκήων:
Iliad 24.388: ὥς μοι καλὰ τὸν οἶτον, ἀπότμου παιδὸς ἔνισπες:
Iliad 24.389: τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργειφόντης:
Iliad 24.390: πειρᾷ ἐμοῖο γεραιὲ, καὶ εἴρεαι Ἕκτορα δῖον.
Iliad 24.391: τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἐνι κυδιανείρῃ
Iliad 24.392: ὀφθαλμοῖσιν ὄπωπα. καὶ εὖτ’ ἐπὶ νηὺσὶν ἐλάσσας
Iliad 24.393: Ἀργείους . κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ:
Iliad 24.394: ἡμεῖς δ’ ἐσταότες θαυμάζομεν: οὐ γὰρ Ἀχιλλεὺς
Commented on by msAim 24.25
Iliad 24.395: εἴᾱ μάρνασθαι κεχολωμένος Ἀτρείωνι :
Commented on by msAint 24.7
Iliad 24.396: τοῦ γὰρ ἐγὼ θεράπων. μία δ’ ἤγαγε νηῦς εὐεργής:
Iliad 24.397: Μυρμιδόνων δ’ ἔξ εἰμι. πατὴρ δέ μοι ἐστὶ Πολύκτωρ :
Iliad 24.398: ἀφνειὸς μὲν ὅ δ’ ἐστὶ. γέρων δὲ δὴ ὡς σύ περ ὧδε:
Iliad 24.399: ἓξ δέ οἱ υἷες ἔασιν: ἐγὼ δὲ οἱ ἕβδομός εἰμι:
Commented on by msAim 24.26
Iliad 24.400: τῶν μέτα παλλόμενος, κλήρῳ λάχον ἐνθάδ’ ἕπεσθαι:
Commented on by msA 24.65, msAim 24.27
Iliad 24.401: νῦν δ’ ἦλθον πεδίον δ’ ἀπὸ νηῶν: ἠῶθεν γὰρ
Iliad 24.402: θήσονται περι ἄστυ μάχην ἐλίκωπες Ἀχαιοί :
Iliad 24.403: ἀσχαλόωσι γὰρ οἵ̂δε καθήμενοι. οὐδε δύνανταὶ
Iliad 24.404: ἴ̈σχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν :
Other texts (9 passages)
Scholia group: msAint
msAint 24.7: οτ ἀντιφράζει τὸν χόλον τῆ μήνιδϊ ⁑
Comments on 24.395
Scholia group: msAim
msAim 24.24: οτ θηλυκως τὴν Ἴλιον ⁑
Comments on 24.383
msAim 24.25: οτ αντ ἐθέωμεθα
Comments on 24.394
msAim 24.26: γράφεται ἓξ δὲ τῷ
Comments on 24.399
msAim 24.27: ουτ τῶν μετα ⁑
Comments on 24.400
Scholia group: msA
msA 24.62: ἠέ πῃ ἐκπέμπεις: βέλτιον ἀφ ετέρας ἀρχῆς τὴν πεῦσιν γίνεσθαι: ἆρα ἐκπέμπεις ⁑
Comments on 24.381
msA 24.63: ὥς μοι καλὰ τὸν οῖτον: εἰ μὲν θαυμαστικῶς λέγοι τοῦτο ἀπ ἄλλης ἀρχῆς. εἰ δὲ μὴ τοῖς ἄνω συναπτέον ⁑
Comments on 24.388
msA 24.64: ἀπότμου παιδὸς ἔνισπες: ἔνισπες ὡς ἔδραμες ἔστι γὰρ ὁριστικὸν ἐκ τοῦ ήνισπες τὴν ἄρχουσαν συστείλαντ : τὸ μέντοι προστακτικὸν προ τέλους ἔχει τὴν ὀξεῖαν σὺ δ’ ἀληθῶς ἐνίσπες ὁμοιως τῷ ἐπίσχες . καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ϊ ἐστὶ τῆς προθ ὅπου δὲ τοῦ ῥήματ . τὸ μέντοι ἄνευ τοῦ ς προστακτικὸν προπαροξύνεται: λέγω δὲ τὸ νημερτὲς μοι ἔνισπε ⁑
Comments on 24.388
msA 24.65: τῶν μέτα παλλόμενος: τῶν μετα ἀναστρέφουσι τὴν πρόθεσιν ἔστι γὰρ μετα τῶν ⁑
Comments on 24.400
previous | next |
---|---|
msA 318r | msA 319r |