Venetus A (Marciana 454 = 822), folio 318, recto
previous | next |
---|---|
msA 317v | msA 318v |
Iliad text (25 lines)
Iliad 24.355: ἄνδρ’ ὁρόω. τάχα δ’ ἄμμε διαρραίσεσθαι ὀΐω:
Iliad 24.356: ἀλλ’ ἄγε δὴ φεύγωμεν ἐφ ἵππων. ἤ μιν ἔπειτα
Iliad 24.357: γούνων ἁψάμενοι: λιτανεύσομεν. αἴ κ’ ἐλεήσῃ:
Iliad 24.358: ὣς φάτο. σὺν δὲ γέροντι νόος χύτο: δείδιε δ’ αἰνῶς:
Iliad 24.359: ὀρθαὶ δὲ τρίχες ἔσταν, ἐπὶ γναμπτοῖσι μέλεσσι:
Iliad 24.360: στῆ δὲ ταφών: αὐτὸς δ’ ἐριούνιος ἐγγύθεν ἐλθὼν.
Iliad 24.361: χεῖρα γέροντος ἑλὼν. ἐξείρετο. καὶ προσέειπε:
Iliad 24.362: πῇ πάτερ ὧδ’ ἵππους τε καὶ ἡμιόνους ἰ̈θύνεις
Iliad 24.363: νύκτα δι’ ἀμβροσίην: ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι:
Iliad 24.364: οὐδὲ σύ γ’ ἔδδεισας μένεα πνείοντας Ἀχαιοὺς .
Iliad 24.365: οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι:
Iliad 24.366: τῶν εἴ τίς σε ἴ̈δοιτο θοὴν διa νύκτα μέλαιναν
Iliad 24.367: τοσσάδ’ ὀνείατ’ ἄγοντα, τίς ἂ̆ν δή τοι νόος εἴη:
Commented on by msA 24.59
Iliad 24.368: οὔτ’ αὐτὸς νέος ἐσσὶ γέρων δέ τοι οὗτος ὀπηδεῖ
Iliad 24.369: ἄνδρ’ ἐπαμύνασθαι . ὅτε τις πρότερος χαλεπήνῃ:
Commented on by msAext 24.7
Iliad 24.370: ἀλλ’ ἐγὼ οὐδέν σε ῥέξω κακὰ, καὶ δέ κεν ἄλλον,
Commented on by msAint 24.5, msAim 24.22
Iliad 24.371: σεῦ ἀπαλεξήσαιμι, φίλῳ δέ σε πατρὶ ἐΐσκω:
Iliad 24.372: τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής:
Iliad 24.373: οὕτω πῃ τάδε γ’ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις:
Commented on by msAim 24.23
Iliad 24.374: ἂλλ’ εἴ τις καὶ ἐμεῖο θεῶν. ὑπερέσχεθε χεῖρα:
Commented on by msAint 24.6, msAext 24.8
Iliad 24.375: ὅς μοι τοιόνδ’ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι.
Iliad 24.376: αἴσιον. οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητὸς:
Commented on by msA 24.60
Iliad 24.377: πέπνυσαί τε νόῳ: μακάρων δ’ ἔξεσσι τοκήων:
Commented on by msA 24.61
Iliad 24.378: τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργειφόντης:
Iliad 24.379: ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες:
Other texts (9 passages)
Scholia group: msAext
msAext 24.7: ρητορικός
Comments on 24.369
msAext 24.8: αλλ ετι τίς
Comments on 24.374
Scholia group: msAint
msAint 24.5: γράφεται κακoν
Comments on 24.370
msAint 24.6: γράφεται ἀλλ’ έτι τίς ⁑
Comments on 24.374
Scholia group: msAim
msAim 24.22: γράφεται εἰ δέ κεν ἡ διπλῆ δέ οτ τὸ δεν παρελκετ ⁑
Comments on 24.370
msAim 24.23: ουτ δια τοῦ π οὕτω πη : ἐν δέ τισι δια τοῦ δ ούτω δὴ ⁑
Comments on 24.373
Scholia group: msA
msA 24.59: τόσσα δ’ ὀνείατ’ άγοντα: ὅτι οὐ πάντως βρώματα τὰ ὀνείατα ὡς οἱ Γλωσσογράφοι ἀλλα πάντα τὰ ὄνησίν τινα περιποιοῦντα ὡς νῦν τὰ δῶρα. καὶ ὅτι ἄγοντα εἴρηκεν οὐ φέροντα οὐ γὰρ αὐτὸς ἐβαστάζεν ⁑
Comments on 24.367
msA 24.60: αίσιον οἷος δὴ σὺ δέμας: οἱ γὰρ εὔμορφοι βασιλικοί τε καὶ θεῶν ἐνομίζοντο παῖδες ⁑
Comments on 24.376
msA 24.61: μακάρων δ’ ἔξεσσι: ἐκγέγονας: ἡ ἐκ μακάρων ἐσσί ἐκ γὰρ τῆς όψεως στοχάζεται ⁑
Comments on 24.377
previous | next |
---|---|
msA 317v | msA 318v |