Venetus A (Marciana 454 = 822), folio 317, verso

previousnext
msA 317rmsA 318r

Iliad text (25 lines)


Iliad 24.330: οἳ μὲν ὰρ ἄψορροι ποτὶ Ἴ̈λιον ἀπονέοντο:


Iliad 24.331: παῖδες καὶ γαμβροί: τὼ δ’ οὐ λάθον εὐρύοπα Ζῆ

Commented on by msAim 24.19


Iliad 24.332: ν’ ἐς πεδίον προφανέντε: ἰ̈δὼν δ’ ἐλέησε γέροντα:

Commented on by msA 24.52


Iliad 24.333: αῖψα δ’ ὰρ Ἑρμείᾱν υἱὸν φίλον ἀντίον ηύδᾱ


Iliad 24.334: Ἑρμείᾱ : σοὶ γάρ τε μάλιστά τε φίλτατόν ἐστιν


Iliad 24.335: ἀνδρὶ ἑταιρίσσαι: καί τ’ ἔκλυες ᾧ κ’ ἐθέλῃσθα:


Iliad 24.336: βάσκ’ ΐθι: καὶ Πρίαμον κοίλᾱς ἐπὶ νῆας Ἀχαιῶν


Iliad 24.337: ὣς ἄγαγ’. ὡς μήτ’ άρ τις ἴ̈δῃ μήτ’ άρ τε νοήσῃ

Commented on by msAint 24.3


Iliad 24.338: τῶν ἄλλων Δαναῶν . πρὶν Πηλείωνα δ’ ϊκέσθαι:


Iliad 24.339: ὡς ἔφατ’. οὐδ’ ἀπίθησε διάκτορος ἀργειφόντης:

Commented on by msA 24.53


Iliad 24.340: αὐτίκ’ ἔπειθ’ ὑπο ποσσὶν ἐδήσατο καλὰ πέδιλα.


Iliad 24.341: ἀμβρόσια: χρύσεια. τά μιν φέρον. ἠμὲν ἐφ ὑγρὴν.

Commented on by msA 24.54


Iliad 24.342: ἠδ’ ἐπ ἀπείρονα γαῖαν. ἅμα πνοιῇς ἀνέμοιο:


Iliad 24.343: εἵλετο δὲ ῥάβδον. τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει

Commented on by msA 24.55


Iliad 24.344: ὧν ἐθέλῃ, τοὺς δ’ αῦτε καὶ ὑπνώοντας ἐγείρει:

Commented on by msAim 24.20


Iliad 24.345: τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργειφόντης:


Iliad 24.346: αῖψα δ’ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ΐκανε:

Commented on by msAim 24.21


Iliad 24.347: βῆ δ ϊέναι κούρῳ αισυητῆρι ἐοικὼς

Commented on by msAint 24.4, msA 24.58


Iliad 24.348: πρῶτον ὑπηνήτῃ: τοῦ περ χαριεστάτη ἥβη:

Commented on by msA 24.56, msA 24.57


Iliad 24.349: οἱ δ’ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ. Ί̈λοιο ἔλασσαν.


Iliad 24.350: στῆσαν άρ’ ἡμιόνους τε καὶ ἵππους. ὄφρα πίοιεν


Iliad 24.351: ἐν ποταμῷ: δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν:


Iliad 24.352: τὸν δ’ ἐξ ἀγχιμόλοιο ἰ̈δὼν ἐφράσατο κῆρυξ


Iliad 24.353: Ἑρμείαν : ποτὶ δὲ Πρίαμον φάτο. φώνησέν τε:


Iliad 24.354: φράζεο Δαρδανίδη : φραδέος νόου ἔργα τέτυκται:


Other texts (15 passages)


Scholia group: msAint

msAint 24.3: οτ ἴδῃ καὶ νοήσῃ παραλλήλως ταυτόν εστ ⁑

Comments on 24.337


msAint 24.4: Ἀρισταρχ ἐσυμνητῆρι τουτεστ βασιλικῷ ⁑

Comments on 24.347


Scholia group: msAil

msAil 24.15: φίλον γενέσθαι καὶ ἑταῖρον

Comments on 24.335@ἑταιρίσσαι


msAil 24.16: ουτ δια τοῦ ο φερον

Comments on 24.341@φέρον


Scholia group: msAim

msAim 24.19: ἐν τῃ Χίᾳ καταβάντε ⁑

Comments on 24.331


msAim 24.20: ουτ Ἀρίσταρχ δια τοῦ ε . αἱ δε κοιναὶ δια τοῦ η ἐθέλη ⁑

Comments on 24.344


msAim 24.21: ἐν αλλῳ αῖψα δ’ ὰρ ἐς Τροίην ⁑

Comments on 24.346


Scholia group: msA

msA 24.51: ‡ παῖδες καὶ γαμβροὶ: προς τὴν συναλιφὴν ὅτι ἐν δύο στίχοις, τὸ γὰρ πλῆρες ἐστι Ζῆνα ἐς πεδίον φανέντε ⁑

Comments on 24.331-24.332


msA 24.52: ν’ ἐς πεδίον προφανεντ : οὕτως τὴν συναλιφὴν διεῖλεν Ἀρίσταρχος ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θείς ⁑

Comments on 24.332


msA 24.53: ‡ τῶ ἄλλων Δαναῶν : ὅτι οὕτως εἴρηκεν Πηλείωνα δέ εἰς Πηλείωνα ἀντι τοῦ προς Πηλείωνα ⁑

Comments on 24.339


msA 24.54: ἀμβρόσια χρύσεια: ὅτι ἐνταυθ ὀρθῶς κεῖνται καὶ ἐπὶ τοῦ πρὸς Καλυψῶ διαπεραιουμένου Ἑρμοῦ : ἐν δὲ τῇ ῥαψωδίᾳ τῆς οὐκέτι ⁑

Comments on 24.341


msA 24.55: εἴλετο δὲ ῥάβδον: τὴν ῥάβδον συσταλτέον κατα τὴν πρώτην συλλαβὴν οὐχ ὅτι παρα τὸ ῥάπτω ἐγένετο ἔνθεν καὶ τὸ ῥαπίζω , ἀλλ ὅτι καὶ τὸ α προ τοῦ β συστέλλεσθαι θέλει ἅμβρος . Ἁβδηρος ἐπιγρᾰβδην : οὕτως οὖν ἐχέτω καὶ ἡ ῥάβδος δι’ ὁ τὸ ἀβάλε καὶ κατα τοῦτο ἐσημειοῦτο ⁑

Comments on 24.343


msA 24.56: πρῶτον ὑπηνητῃ: μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδὸς ἁβρότερον μὲν ἡ κατ ἄνδρα γενναιότερον δὲ ἡ κατ παιδ ⁑

Comments on 24.348


msA 24.57: περι τοὺς τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως. καὶ μύσταξ μὲν αἱ επι τοῦ ἄνω χείλους τρίχες: τὸ δε κάτω πάππος τὸ δὲ ἐξ αμφοῖν ὑπήνη ὡς τὸ καὶ μολύνων τὴν ὑπήνην οἱ δὲ κοινῶς εἶπον τὸ γένειον πρώτον ὑπηνήτῃ ἀρχομένῳ γενειαζειν ⁑

Comments on 24.348


msA 24.58: αισυμνητῆρι ἐοικῶς : οὕτως αἰσυμνητῆρι βασιλεῖ τὴν μορφὴν ἐοικώς καὶ ἀλλαχοῦ παναπάλῳ οἷοί τε ἀνάκτων παῖδες ἔασιν ⁑

Comments on 24.347


previousnext
msA 317rmsA 318r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1