Venetus A (Marciana 454 = 822), folio 321, verso
previous | next |
---|---|
msA 321r | msA 322r |
Iliad text (25 lines)
Iliad 24.530: ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται: ἄλλοτε δ’ ἐσθλῷ:
Iliad 24.531: ᾧ δέ κε τῶν λυγρῶν δῴη, λωβητὸν ἔθηκε
Iliad 24.532: καί ἑ, κακὴ βούβρωστις ἐπι χθόνα δῖαν ἐλαύνει.
Commented on by msA 24.74
Iliad 24.533: φοιτᾷ δ’. οὔτε θεοῖσι τετιμένος. οὔτε βροτοῖσιν:
Iliad 24.534: ὡς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
Iliad 24.535: ἐκ γενετῆς: πάντας γὰρ ἐπ’ ἀνθρώπους ἐκέκαστο
Iliad 24.536: ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι:
Commented on by msA 24.72
Iliad 24.537: καί οἱ, θνητῶ, ἐόντι θεὰν ποίησαν ἄκοιτιν:
Iliad 24.538: ἂλλ’ ἐπι καὶ τῶ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι
Iliad 24.539: παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων.
Iliad 24.540: ἂλλ’ ἕνα παῖδα τέκεν παναώριον: οὐδέ νυ τόν γε
Commented on by msA 24.73
Iliad 24.541: γηράσκοντα κομίζω: ἐπεὶ μάλα τηλόθι πάτρης
Iliad 24.542: ἧμαι ἐνι Τροίῃ , σέ τε κήδων. ἠδὲ σὰ τέκνα:
Iliad 24.543: καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι.
Iliad 24.544: ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει:
Iliad 24.545: καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων:
Commented on by msA 24.77
Iliad 24.546: τῶ σε γέρον πλούτῳ τὲ καὶ υἱάσι φασὶ κεκάσθαι:
Commented on by msAim 24.29
Iliad 24.547: αὐτὰρ ἐπεί τοι πῆμα τόδ’ ἤγαγον Οὐρανίωνες.
Iliad 24.548: αἰεί τοι περὶ ἄστυ μάχαι τ’ ἀνδροκτασίαι τε.
Iliad 24.549: ἄνσχεο: μὴ δ’ ἀλίαστον ὀδύρεο σὸν κατα θυμόν:
Iliad 24.550: οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος εῆος,
Commented on by msAim 24.30
Iliad 24.551: οὐδέ μιν ἀνστήσεις. πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα:
Iliad 24.552: τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής:
Iliad 24.553: μή πω μ’ ἐς θρόνον ΐζε διοτρεφές. ὄφρά κεν Ἕκτωρ
Iliad 24.554: κεῖται ἐνι κλισίῃσιν ἀκηδής: ἀλλὰ τάχιστα
Other texts (10 passages)
Scholia group: msAim
msAim 24.29: Αριστ συν τῷ ν τῶν σε ⁑
Comments on 24.546
msAim 24.30: οτ Ζηνοδ γράφει ἑοῖο : καὶ οτ λειπ ἡ περῖ ⁑
Comments on 24.550
Scholia group: msA
msA 24.72: ‡ ὄλβῳ τε πλούτῳ τε: ὄλβω δύναται τῇ φρονήσει εἴγε καὶ ἄνολβος ὁ ἀπαίδευτος οἱ δὲ τὴν τῶν αγρῶν κτῆσιν παρα τὰς ολὰς ⁑
Comments on 24.536
msA 24.73: τέκεν παναώριον: οἱ μὲν ἐδάσυναν ἵνα ἐκδέξωνται τὸν κατα παντα ἄωρον : οἱ δὲ ἐψίλωσαν ἐκδεχόμενοι τὸν εἰς πάντα πεφροντίσμενον : ἄμεινον δὲ τὸ πρότερον τοῦτο γὰρ θέλει σημαίνειν ⁑
Comments on 24.540
msA 24.74: βούβρωστις. κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς λιμός: νῦν δὲ ἀντι τῆς μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις. ἔνιοι δὲ βούβρωστιν τὸν οἰκτρὸν ἐξεδέξαντο ⁑
Comments on 24.532
msA 24.75: ὄσσον Λέσβος ἄνω Μάκαρος ἕδος: ἀντι τοῦ οἰκητηριον ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινακου καὶ ἐβασίλευσεν αὐτῆς ⁑
Comments on 24.544
msA 24.76: ὅσσον Λέσβος ἄνω: ὅτι τὸ ἄνω ἀντι τοῦ ανα : καὶ προς τὸ έργει ἵν ᾖ ἀνείργει καὶ περιορίζει : περιώρισε δὲ τὴν Πριάμου ἀρχὴν ἐκ μὲν μεσημβρίας Λέσβῳ ἐκ δὲ ἀνατολῶν Φρυγίᾳ ἐκ δε άρκτων: Ἑλλησπόντῳ ⁑
Comments on 24.544
msA 24.77: καὶ Φρυγίη καθύπερθε: ὅτι ἑτέρα καθ Ὅμηρον ἡ Φρυγίᾳ : οἱ δὲ νεώτεροι συγχέουσι ⁑
Comments on 24.545
msA 24.78: οὐδέ μιν ἀνστήσεις ὅτι οὐ λέγει οὐκ αναστήσεις αὐτόν ἀν μὴ πρότερον κακὸν πάθῃς , ἀλλα πρότερον κακὸν πεισῃ ἠ ἀναστήσεις αὐτόν . τοιοῦτο δὲ ἐστι καὶ τὸ τὴν δ’ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γήρας ἔπεισιν ⁑
Comments on 24.551
msA 24.79: πρὶν κακὸν ἄλλο πάθῃσθα: πρὶν ἠ ἄλλο γένηταί σοι κακόν οἶον πολλὰ μὲν κακὰ πάθοις ἀναστήσεις δὲ αὐτὸν οὐδαμῶς τοῦτο γὰρ ἀδύνατον ⁑
Comments on 24.551
previous | next |
---|---|
msA 321r | msA 322r |