Venetus A (Marciana 454 = 822), folio 322, recto

previousnext
msA 321vmsA 322v

Iliad text (25 lines)


Iliad 24.555: λῦσον. ἵν’ ὀφθαλμοῖσιν ἴ̈δω: σὺ δὲ δέξαι ἄποινα


Iliad 24.556: πολλὰ, τά τοι φέρομεν; σὺ δὲ τῶνδ’ ἀπόναιο καὶ ἔλθοις

Commented on by msA 24.80


Iliad 24.557: σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ᾿ἕασας:

Commented on by msA 24.83


Iliad 24.558: αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο:


Iliad 24.559: τὸν δ ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη πόδας ὠκὺς Ἀχιλλέ :


Iliad 24.560: μὴκέτι νῦν μ’ ἐρέθιζε γέρον: νοέω δὲ καὶ αὐτὸς


Iliad 24.561: Ἕκτορά τοι λῦσαι: Διόθεν δέ μοι ἄγγελος ἦλθε


Iliad 24.562: μήτηρ. ἥ μ’ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος:


Iliad 24.563: καὶ δὲ σὲ γιγνώσκω Πρίαμε φρεσὶν. οὐδέ με λήθεις


Iliad 24.564: ὅττι θεῶν τίς σ’. ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν :


Iliad 24.565: οὐ γάρ κε τλαίῃ βροτὸς ἐλθέμεν: οὐδὲ μάλ’ ἡβῶν

Commented on by msAint 24.9


Iliad 24.566: ἐ στρατὸν: οὐδε γαρ ἂν φυλακοὺς λάθοι. οὐδέ́ τ’ ὀχῆα

Commented on by msAint 24.10, msA 24.84, msA 24.85, msAim 24.31


Iliad 24.567: ῥεῖα μετ’ ὀχλίσσειε θυράων ἡμετεράων:


Iliad 24.568: τῶ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς.

Commented on by msAim 24.32


Iliad 24.569: μή σε γέρον οὐδ’ αὐτὸν ἐνι κλισίῃσιν ἐάσω

Commented on by msA 24.86


Iliad 24.570: καὶ ἱ̈κέτην περ ἐόντα. Διὸς ἀλίτωμαι ἐφετμάς:


Iliad 24.571: ὡς ἔφατ’. ἔδεισεν δ’ ὃ γέρων καὶ ἐπείθετο μύθῳ:


Iliad 24.572: Πηλείδης δ’ οἴκοιο λέων ὡς ἆλτο θύραζε:


Iliad 24.573: οὐκ οἶος: ἅμα τῷ γε, δύω θεράποντες ἕποντο


Iliad 24.574: ἥρως Αὐτομέδων ἠδ’ Ἄλκιμος : οὕς ῥα μάλιστα

Commented on by msA 24.87


Iliad 24.575: τί’ Ἀχιλεὺς ἑτάρων μετα Πάτροκλόν γε θανόντα:


Iliad 24.576: οἳ τόθ’ ὑπο ζυγόφιν λύ̆ον ἵππους ἡμιόνους τε:


Iliad 24.577: ἐς δ’ ἄγαγον κήρυκα, καλήτορα τοῖο γέροντος:

Commented on by msAim 24.33


Iliad 24.578: καδ δ’ ἐπι δίφρου εἷσαν: ἐϋξέστου δ’ ἀπ’ ἀπήνης

Commented on by msAext 24.9, msAim 24.34


Iliad 24.579: ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα:

Commented on by msA 24.88


Other texts (14 passages)


Scholia group: msAext

msAext 24.9: ἐϋσώτρου δ’

Comments on 24.578


Scholia group: msAint

msAint 24.9: ἔξω τοῦ ν ὁ κέ συνδ ⁑

Comments on 24.565


msAint 24.10: οτ ουτ ἐσχημάτιοσε τοὺς φύλακας ⁑

Comments on 24.566


Scholia group: msAim

msAim 24.31: εν αλλω οὔτε γαρ ἂν

Comments on 24.566


msAim 24.32: γράφεται: ενι φρεσὶ ⁑

Comments on 24.568


msAim 24.33: οτ τὸν Ἰδαῖον ἐπιθετικῶς καλήτορα ειπ

Comments on 24.577


msAim 24.34: γράφεται ἐϋσσώτρου .

Comments on 24.578


Scholia group: msA

msA 24.80: ‡ πολλά, τά τοι φέρομεν: ἀθετοῦνται ὅτι ἀνάρμοστοι τῷ προσώπῳ αἱ εὐχαὶ καὶ ἐπαυτοφῶρος ἡ ὑπόκρισις⁑

Comments on 24.556


msA 24.82: ἐπεί με πρῶτον ἔασας: δασύνει Δίδυμος τὸ εάσας ἐν πρώτῳ διορθωτικον ὁμοίως καὶ Ἑρμαππίας μεταλαμβάνοντες εἰς τὸ ήδυνας ὁ δὲ Σιδώνιος γράφει ἐπεί με πρῶτ’ ἐλέησας : Ἀρίσταρχος δὲ οὐδὲν ἀποφαίνεται ἢ μόνον ἀθετεῖ τοὺς στίχους. δύναται δὲ καὶ το ψιλούμενον ώς φησὶ Τρύφων καὶ συμφωνεῖ εἰ μὴ πλῆρες ἐστι κατὰ τὴν φράσιν ἔχειν ἀφορμὴν ὡς ἔτι φθεγγομένου ἔτι καὶ λαλοῦντος τοῦ Πριάμου τὸν Ἀχιλλέα ἀνθυπα/ /τῆσαι ὑπο οργῆς κεκινημένον καὶ μοεσολαβῆσαι τὴν διάλεξιν, ἀλλα τάχιστα λῦσον ἵν ὀφθαλμοῖ̂σιν ΐδω: σὺ δὲ δέξαι ἄποινα πολλά τά τοι φέρομαι: σὺ δὲ τῶνδ’ ἀπάναιο καὶ έλθοις σὴν ἐς πατρίδα γαῖαν ἐπεί με πρῶτον έασας τὸν δ ὰρ ὑπόδρα ϊδὼν μηκέτι νῦν μ’ ἐρέθιζε γέρον : τὸ δὲ ἐντελὲς τοῦ λόγου τοιοῦτον τι έσται εἴασας εἰς λόγους σοι εἴκειν ⁑

Comments on 24.554-24.560


msA 24.83: ἐπεί με πρῶτον έασας. ἀντι τοῦ ἥδυνας ηὔφρανας : ὅπερ ἀγνοήσαντες τινὲς ἔγραψαν ἐπεί μ’ πρῶτ’ ἐλέησας κέχρηται δὲ καὶ ἐν ήσατο δ’ αἰνῶς ἡδὺ ποτὸν πίνων ⁑

Comments on 24.557


msA 24.84: ἐς στρατὸν οὐδε γὰρ ἂν, ὅτι φυλακοὺς τῷ τόνῳ ὡς ἀγαθοὺς προἐφέρετο ὁ Ἀρίσταρχος . ἑνικῶς δὲ ὀχῆα προείρηται γὰρ ὅτι εἷς ἦν ὧν τρεῖς μὲν ἐπιρρήσεσκον Ἀχαιοί ⁑

Comments on 24.566


msA 24.85: οὐδε γὰρ ἂν φυλακοὺς Ἀρίσταρχος κατ’ οξεῖαν τάσιν προεφέρετο ὡς φρουρούς : ἔστι δε καὶ ὁ λόγος συναγωνιζόμενος τῇ ὀξείᾳ τάσει οὗτος: ὡς τὰ εἰς κος λήγοντα ὑπερ δύο συλλαβὰς παραληγόμενα τῷ α ἐπιθετικὰ ὄντα ὀξύνεται: μαλακός παρδαλικός : φαρμακός : ἀνακός , ἔνθεν ἀνακοῖν Διοσκόρον ⁑

Comments on 24.566


msA 24.86: μή σε γέρον οὐδ’ αὐτὸν: ἐγκλιτικὴ νῦν ἐστιν ἡ σε ἀντωνυμία καὶ ἔστι τὸ ἑξῆς οὐδ’ αὐτὸν σε ὁμοίως οὖν ἀναγνωστέον τῷ μή σε γέρον κοίλῃσιν , ἐκεῖ μέντοι ἐν διαστολῇ μή σε γ’ εν ἀμφιάλω Ϊθακῃ ⁑

Comments on 24.569


msA 24.87: ἥρως Αὐτομέδων τε: ὅτι συγκέκοφε τὸν Ἀλκιμέδοντα Ἄλκιμον εἰπών ⁑

Comments on 24.574


previousnext
msA 321vmsA 322v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1