Venetus A (Marciana 454 = 822), folio 322, verso

previousnext
msA 322rmsA 323r

Iliad text (25 lines)


Iliad 24.580: καδ δ’ ἔλιπον δύο φάρε’. ἐΰννητόν τε χιτῶνα:


Iliad 24.581: ὄφρα νέκυν πυκάσας δῴη οἶκον δὲ φέρεσθαι:

Commented on by msAint 24.11


Iliad 24.582: δμῳὰς δ’ ἐκκαλέσας. λοῦσαι κέλετ’. ἀμφί τ’ ἀλεῖψαι


Iliad 24.583: νόσφιν ἀειράσας. ὡς μὴ Πρίαμος ἴδοι υἱόν:


Iliad 24.584: μὴ ὁ μεν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο

Commented on by msA 24.89


Iliad 24.585: παῖδα ἰδὼν. Ἀχιλῆϊ δ’ ὀρινθείη φίλον ἦτορ:


Iliad 24.586: καί, ἑ, κατακτείνειε. Διὸς δ’ ἀλίτηται ἐφετμὰς :


Iliad 24.587: τὸν δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ.


Iliad 24.588: ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον. ἠδὲ χιτῶνα:

Commented on by msAim 24.35


Iliad 24.589: αὐτὸς τόν γ’ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας:


Iliad 24.590: σὺν δ’ ἕταροι ἤειραν ἐϋξέστὴν ἐπ’ ἀπήνὴν:


Iliad 24.591: ᾤμωξεν τ’ ὰρ ἔπειτα: φίλον δ’ ὀνόμηνεν ἑταῖρον:


Iliad 24.592: μή μοι Πάτροκλε , σκυδμαινέμεν, αί κε πύθηαι


Iliad 24.593: εἰν Ἄϊδός περ ἐὼν. ὅτι Ἕκτορα δῖον ἔλυσα


Iliad 24.594: πατρὶ φίλῳ: ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα:

Commented on by msA 24.90


Iliad 24.595: σοὶ δ’ αὖ, ἐγὼ καὶ τῶνδ’ ἀποδάσσομαι ὅσσ’ ἐπέοικεν:


Iliad 24.596: ῆ ῥα, καὶ ἐς κλισίην πάλιν ήϊε δῖος Ἀχιλλεύς


Iliad 24.597: ἕζετο δ’ ἐν κλισμῷ πολυδαιδάλῳ. ἔνθεν ἀνέστη.


Iliad 24.598: τοίχου τοῦ ἑτέρου. ποτὶ δὲ Πρίαμον φάτο μῦθον:


Iliad 24.599: υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες:

Commented on by msAint 24.12


Iliad 24.600: κεῖται δ’ ἐν λεχέεσσ’: ἅμα δ’ ἠοῖ φαινομένῃφι


Iliad 24.601: ὄψεαι αὐτὸς ἄγων: νῦν δὲ μνησώμεθα δόρπου:


Iliad 24.602: καὶ γάρ τ’ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου:

Commented on by msA 24.91


Iliad 24.603: τῇ περ δώδεκα παῖδες ἐνι μεγάροισιν ὄλοντο:


Iliad 24.604: ἓξ μὲν θυγατέρες. ἓξ δ’ υἱέες ἡβώοντες:

Commented on by msA 24.92


Other texts (8 passages)


Scholia group: msAint

msAint 24.11: ὁ Αχιλλεύς

Comments on 24.581


msAint 24.12: γράφεται ὡς ἐκέλευσας ⁑

Comments on 24.599


Scholia group: msAim

msAim 24.35: οτ ἔδ ει χϊτωνα. ειτ φάρος ⁑

Comments on 24.588


msAim 24.36: γράφεται καὶ ὑεῖς διχῶς οὖν ⁑

Comments on 24.605


Scholia group: msA

msA 24.88: ᾕρεον ἑκτορέης: δασυντέον ἔφαμεν γὰρ τὸ περισπώμενον ἐρῶ δασύνεσθαι ⁑

Comments on 24.579


msA 24.89: χόλον οὐκ ἐρύσαιτο: ἔν τισι κότον οὐ κατερύκοι ἄμεινον δὲ χόλον :

Comments on 24.584


msA 24.90: πατρὶ φίλῳ ἐπεὶ οὔ μοι: ἀθετοῦνται ὅτι οὐκ ὀρθῶς ἕνεκα δώρων λέγει ἀπολελυκέναι τὸν νεκρόν ὑπo γὰρ τοῦ Διὸς ἠναγκάσθη ἐπεὶ οὐκ ἂν τὴν ὑπὲρ Πατρόκλου τιμωριαν δώρων ἠλλάξατο ⁑

Comments on 24.594


msA 24.91: καὶ γάρ τ’ ἡΰκομος Νιόβη : Νιόβη θυγάτηρ μὲν ἢν Ταντάλου γυνὴ δὲ Ἀμφίωνος γαμηθεῖσα δὲ τῷ Ἀμφίωνι παῖδας ἔσχεν δέκα δύο, ἐπαρθεῖσα δὲ τῷ πλήθει τῶν παίδων καὶ τῇ καλλονῇ ὠνείδιζεν τῇ Λητοῖ ὅτι δύο μόνους ἐγέννησεν Ἀπόλλωνα καὶ Ἄρτεμιν : καὶ ὅτι ἐυτεκνωτέρα ἀυτῆς ἐστιν: ἀγανακτήσασα δὲ ἡ θεὸς ἔπεμψεν ἰοὺς τοῖς παισὶν ἀυτῆς: καὶ Ἀπόλλων μὲν τοὺς ἄρρενας ἀναιρεῖ κυνηγετοῦντας ἐν τῷ κιθερῶνι. Ἄρτεμις δὲ τὰς θηλείας ἐπ οἴκου οὔσας. θρηνοῦσαν οὖν τὴν Νιόβην τὸ τοιοῦτο δυστύχημα: Ζεὺς ἐλεήσας εἰς λίθον μετέβαλεν. ὡς καὶ μέχρι νῦν ἐν Σιπύλῳ τῆς Φρυγίας ὁρᾶται παρα πάντῳ πηγὰς δακρύων προϊεμένη: ἡ ϊστορία παρα Εὐφορίωνι ⁑

Comments on 24.602


previousnext
msA 322rmsA 323r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1