Venetus A (Marciana 454 = 822), folio 323, recto

previousnext
msA 322vmsA 323v

Iliad text (25 lines)


Iliad 24.605: τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ’ ἀργυρέοιο βιοῖο

Commented on by msA 24.96, msAim 24.36


Iliad 24.606: χωόμενος Νιόβῃ . τὰς δ’ Ἄρτεμις ἰ̈οχέαιρα:


Iliad 24.607: οὕνεκ’ ἄρα Λητοῖ ϊσάσκετο καλλιπαρήῳ:


Iliad 24.608: φῆ δοιὼ τεκέειν. ἡ δ’ αὐτὴ γείνατο πολλούς:


Iliad 24.609: τὼ δ’ ἄρα καὶ δοιώ περ ἐόντ’ ἀπο πάντας ὄλεσσαν:


Iliad 24.610: οἱ μὲν ἂρ ἐννῆμαρ κέατ’ ἐν φόνῳ: οὐδέ τις ῆεν


Iliad 24.611: κατθάψαι: λαοὺς δὲ λίθους ποίησε Κρονίων .

Commented on by msA 24.97


Iliad 24.612: τοὺς δ’ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες:


Iliad 24.613: ἡδ’ ἄρα σίτου μνήσατ’. ἐπεὶ κάμε δάκρυ χέουσα:

Commented on by msA 24.98


Iliad 24.614: νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν.


Iliad 24.615: ἐν Σιπύλῳ , ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς


Iliad 24.616: νυμφάων, αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο:

Commented on by msA 24.100


Iliad 24.617: ἔνθα λίθος περ ἐοῦσα, θεῶν ἐκ κήδεα πέσσει:

Commented on by msAim 24.37


Iliad 24.618: ἂ̀λλ’ άγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ


Iliad 24.619: σίτου. ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα


Iliad 24.620: Ἴ̈λιον εἰσαγαγὼν. πολυδάκρυτος δέ τοι ἔσται:


Iliad 24.621: ῆ. καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς


Iliad 24.622: σφάξ’. ἕταροι δ’ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατα κόσμον:


Iliad 24.623: μίστυλλόν τ’ ὰρ ἐπισταμένως. πεῖράν τ’ ὀβελοῖσιν:


Iliad 24.624: ὄπτησάν τε περιφραδέως. ἐρύσαντό τε πάντα:

Commented on by msA 24.101


Iliad 24.625: Αὐτομέδων δ’ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ


Iliad 24.626: καλοῖς ἐν κανέοισιν: ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς :


Iliad 24.627: οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ΐαλλον:


Iliad 24.628: αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο.

Commented on by msA 24.102


Iliad 24.629: ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ’ Ἀχιλῆα


Other texts (7 passages)


Scholia group: msAim

msAim 24.37: τὸ ἐκ προς τὸ θεῶν τὰ ἐκ θεῶν κήδεα πέσσει ⁑

Comments on 24.617


Scholia group: msA

msA 24.92: ἓξ μὲν θυγατέρες, ὅτι οἱ νεώτεροι διαφωνοῦσι περι τοῦ ἀριθμοῦ τῶν Νιόβης παίδων: οἱ μὲν γὰρ δεκατέσσαρας: οἱ δὲ εἴκοσι τοὺς Νιοβίδας λέγουσιν ⁑

Comments on 24.604


msA 24.94: ὑπνῳ ὑπο γλυκερῷ ταρπώμεθ Ἀρίσταρχος παυσώμεθα , ἀναπαυσώμεθα δηλοῦν: οὐ γὰρ εὔκερον τὸ ταρπώμεθα : εἰ επεὶ μετα δώδεκα ἡμέρας ἁΰπνους τέρψιν αὐτῷ μέλλει ἐπαγαγεῖν ἡ νύξ

Comments on 24.636


msA 24.95: ‡ ποσῆμαρ μέμονας: ὑφ ἕν περισπωμένης οὔσης πρὸ τέλους ὡς καὶ ἐν τῷ αὐτῆμαρ καὶ ἐννῆμαρ ἑξῆμαρ προείρηται δὲ ἤδη περι τῆς λέξεως, ἀλλα καὶ ἐξήτητο ἐν ταῖς Προτάσσεσι παραιτητέον οὖν τοὺς κατα διάλυσιν ἀναγινώσκοντας ⁑

Comments on 24.657


msA 24.96: ‡τοὺς μὲν Ἀπόλλων πέφνεν: ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντηκεν⁑

Comments on 24.605


msA 24.98: ἣ δ’ άρα σίτου μνήσατο προς τὴν διαφωνίαν τῶν νεωτέρων. φασὶ γὰρ καὶ αὐτὴν ἀπολελιθῶσθαι: Ὅμηρος δὲ οὔ⁑

Comments on 24.613


msA 24.99: νῦν δ’ έκ που ἐν πέτρῃσιν: ἀθετοῦνται στίχοι τέσσαρες ὅτι οὐκ ἀκλουθεῖ, τὸ ἠ δ’ άρα σίτου μνήσατ’ . εἰ γὰρ ἀπελιθώθη, πῶς σιτία προηνέγκατο: καὶ ἡ παραμυθία γελοῖα: φάγε, ἐπεὶ καὶ ἡ Νιόβη ἔφαγε καὶ ἀπελιθώθη: ἔστι δὲ καὶ Ησιόδῳ τῷ χαρακτῆρι καὶ μᾶλλον γε τὸ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο καὶ τρὶς κατα τὸ συνεχὲς τὸ ἓν , ὡς δὲ καὶ λίθος γενομένη θεῶν ἐκ κήδεα πέσσει . προηθετοῦνται δὲ καὶ παρα Ἀριστοφα ⁑

Comments on 24.613-24.617


previousnext
msA 322vmsA 323v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1