Venetus A (Marciana 454 = 822), folio 323, verso
previous | next |
---|---|
msA 323r | msA 324r |
Iliad text (25 lines)
Iliad 24.630: ὅσσος ἔην οἷός τε, θεοῖσι γὰρ ἄντα ἐῴκει:
Iliad 24.631: αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς .
Iliad 24.632: εἰσορόων ὄψίν τ’ ἀγαθὴν. καὶ μῦθον ἀκούων:
Iliad 24.633: αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες.
Iliad 24.634: τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής:
Iliad 24.635: λέξον νῦν με, τάχιστα διοτρεφὲς. ὄφρα καὶ ἤδη
Iliad 24.636: ὕπνῳ ὕπο γλυκερῷ παυσώμεθα κοιμηθέντες:
Commented on by msA 24.94, msAim 24.38
Iliad 24.637: οὐ γάρ πω μύσαν ὄσσ’ ὑπο βλεφάροισιν ἐμοῖσιν.
Iliad 24.638: ἐξ οὗ σῇς ὑπο χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν:
Iliad 24.639: ἂλλ’ αἰεὶ στενάχω: καὶ κήδεα μυρία πέσσω.
Iliad 24.640: αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον:
Iliad 24.641: νῦν δὴ καὶ σίτου πασάμην: καὶ αἴθοπα οἶνον
Iliad 24.642: λαυκανίης καθέηκα: πάρος γε μὲν οὔ τι πεπάσμην:
Iliad 24.643: ἦ ῥ’, Ἀχιλεὺς δ’ ἑτάροισιν ἰ̈δὲ δμῳῇσι κέλευσε
Iliad 24.644: δέμνι’ ὑπ αἰθούσῃ θέμεναι, καὶ ῥήγεα καλὰ
Iliad 24.645: πορφύρε’ ἐμβαλέειν. στορέσαι τ’ ἐφύπερθε τάπητας:
Iliad 24.646: χλαίνας τ’ ἐνθέμεναι οὔλας. καθύπερθεν ἕασασθαι:
Iliad 24.647: αἳ δ’ ἴ̈σαν ἐκ μεγάροιο δά̆ος μετα χερσὶν ἔχουσαι:
Iliad 24.648: αῖψα δ’ ἄρα στόρεσαν δοιὼ λέχε’ ἐγκονέουσαι:
Commented on by msAim 24.39
Iliad 24.649: τὸν δ’ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς :
Iliad 24.650: ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε: μή τις Ἀχαιῶν
Iliad 24.651: ἐνθάδ’ ἐπέλθῃσιν βουληφόρος: οἵ τέ μοι αἰεὶ
Iliad 24.652: βουλὰς βουλεύουσι παρήμενοι ἡ θέμις ἐστί:
Iliad 24.653: τῶν εἴ τίς σε ἴ̈δοιτο θοὴν δια νύκτα μέλαιναν.
Iliad 24.654: αὐτίκ’ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν:
Other texts (8 passages)
Scholia group: msAil
msAil 24.18: ταρπ
Comments on 24.636@παυσώ
msAil 24.19: εγευσάμην
Comments on 24.641@πασάμην
msAil 24.20: τὰς κοίτας
Comments on 24.644@δέμνι’
msAil 24.21: σπεύδουσαι
Comments on 24.648@ἐγκονέουσαι
msAil 24.22: εκτὸς τῆς σκηνῆς
Comments on 24.650@εκτὸς μὲν δὴ λέξο
Scholia group: msAim
msAim 24.38: ουτ Ἀρισταρχ ἀν τοῦ ἀναπαυσώμεθ : ἀπρεπὲς γὰρ τὸ λέγειν τὸν Πρίαμον ταρπώμεθα ⁑
Comments on 24.636
msAim 24.39: ουτ Αρισταρχ . στόρεσαν δυϊκῶς ⁑
Comments on 24.648
Scholia group: msA
msA 24.100: αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο⁑ αἵτινες περι τὸ ὕδωρ χορεύουσιν, ἤτοι ἀπο τοῦ Ἀχελῴου ποταμοῦ τοῦ ἐν Αἰτωλίᾳ ὃς ὡνόμασται ἀπο τοῦ ἄχη λύειν, ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν ὕδωρ: ἠ δια τοῦ η Ἀχελήϊον Ἀχελὴς γὰρ ποταμὸς ἀπο Σιπύλου ῥέει εἰς τὴν Σμυρναίων γῆν⁑
Comments on 24.616
previous | next |
---|---|
msA 323r | msA 324r |