Venetus A (Marciana 454 = 822), folio 324, verso
previous | next |
---|---|
msA 324r | msA 325r |
Iliad text (25 lines)
Iliad 24.680: ὁρμαίνοντ’ ἀνὰ θυμὸν. ὅπως Πρίαμον βασιλῆα
Iliad 24.681: νηῶν ἐκπέμψειε. λαθὼν ἱεροὺς πυλαωρούς:
Iliad 24.682: στῆ δ’ ἄρ, ὑπερ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν
Iliad 24.683: ὦ γέρον. οὔ νύ τι σοί γε μέλει κακὸν. οἷον ἔθ’ εὕδεις
Iliad 24.684: ἀνδράσιν ἐν δηΐοισιν. ἐπεί σ’ είασεν Ἀχιλλεύς :
Iliad 24.685: καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο. πολλὰ δ’ ἔδωκας:
Iliad 24.686: σεῖο δέ κεν ζωοῦ. καὶ τρὶς τόσα δοῖεν ἄποινα
Iliad 24.687: παῖδες, τοὶ μετ’ όπισθε λελειμμένοι: αἴ κ’ Ἀγαμέμνων
Iliad 24.688: γνοίησ’ Ἀτρεΐδης , γνώωσι δὲ πάντες Ἀχαιοί :
Iliad 24.689: ὡς ἔφατ’, ἔδεισεν δ’ ὃ γέρων: κήρυκα δ’ ἀνίστη:
Iliad 24.690: τοῖσιν δ’ Ἑρμείας ζεῦξ’ ἵππους ἡμιόνους τε:
Iliad 24.691: ῥίμφα δ’ ἄρ αὐτὸς ἔλαυνε κατὰ στρατὸν: οὐδέ τις ἔγνω:
Iliad 24.692: ἂλλ’ ὅτε δὴ πόρον ΐξον ἐϋρρεῖος ποταμοῖο.
Iliad 24.694: Ἑρμείας μὲν ἔπειτ’ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον :
Iliad 24.695: Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν:
Iliad 24.696: οἳ δ’ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
Iliad 24.697: ἵππους: ἡμίονοι δὲ νέκυν ἄγον. οὐδέ τις ἄλλος
Commented on by msAint 24.14
Iliad 24.698: ἔγνω πρόσθ’ ἀνδρῶν καλλιζώνων τε γυναικῶν.
Iliad 24.699: ἀλλ’ ἄρα Κασσάνδρη. ἱ̈κέλη χρυσῇ Ἀφροδίτῃ
Iliad 24.700: Πέργαμον εἰσαναβᾶσα, φίλον πατέρ’ εἰσ ἐνόησεν
Iliad 24.701: ἑσταότ’ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην:
Commented on by msA 24.101b, msAim 24.41
Iliad 24.702: τὸν δ’ ἄρ’ ἐφ’ ἡμιόνων ἴ̈δε κείμενον ἐν λεχέεσσι:
Iliad 24.703: κώκυσέν τ’ ὰρ, ἔπειτα, γέγωνέ τε πᾶν κατὰ ἄστυ:
Iliad 24.704: ὄψεσθε Τρῶες καὶ Τρωϊάδες Ἕκτορ ‘ ϊόντες.
Iliad 24.705: εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
Other texts (3 passages)
Scholia group: msAint
msAint 24.14: γράφεται φερον
Comments on 24.697
Scholia group: msAim
msAim 24.41: Ἀρισταρχ ἑστεῶτ’ ⁑
Comments on 24.701
Scholia group: msA
msA 24.107: παρα δ’ εἶσανἀοιδοὺς: ἀοιδοὺςνῦν τοὺς θρηνῳδοὺς ἦσαν δὲ οὗτοι Κλῖτος καὶ Ἐπιμήδης ⁑
Comments on 24.720
previous | next |
---|---|
msA 324r | msA 325r |