Venetus A (Marciana 454 = 822), folio 325, recto
previous | next |
---|---|
msA 324v | msA 325v |
Iliad text (25 lines)
Iliad 24.706: χαίρετ’. ἐπεὶ μέγα χάρμα πόλει, τ’ ἦν, παντί τε δήμῳ:
Iliad 24.707: ὣς ἔφατ’. οὐδέ τις αὐτόθ’ ἐνι πτόλεϊ λίπετ’ ἀνὴρ,
Iliad 24.708: οὐδὲ γυνὴ. πάντας γὰρ ἀάσχετον ἵκετο πένθος:
Iliad 24.709: ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι:
Iliad 24.710: πρῶται τόν γ’ ἄλοχός τε φίλη. καὶ πότνια μήτηρ.
Iliad 24.711: τιλλέσθην, ἐπ’ ἄμαξαν ἐΰτροχον ἀΐξασαι.
Iliad 24.712: ἁπτόμεναι κεφαλῆς. κλαίων δ’ ἀμφίστασθ’ ὅμιλος:
Iliad 24.713: καὶ νύ κε δὴ πρόπαν ῆμαρ ἐς ἠέλιον καταδύντα
Iliad 24.714: Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων.
Iliad 24.715: εἰ μὴ ὰρ’ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδᾱ:
Iliad 24.716: εἴξατέ μοι οὐρεῦσι διελθέμεν; αὐτὰρ ἔπειτα
Iliad 24.717: ἄσασθε κλαυθμοῖο, ἐπὴν ἀγάγοιμι δόμον δέ:
Commented on by msAim 24.42
Iliad 24.718: ὡς ἔφαθ’, οἳ δὲ διέστησαν, καὶ εἶξαν ἀπήνῃ:
Iliad 24.719: οἱ δ’ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα
Iliad 24.720: τρητοῖς ἒν λεχέεσσι θέσαν: παρὰ δ’ εἷσαν ἀοιδοὺς
Commented on by msA 24.107
Iliad 24.721: θρήνους: ἐξάρχοὺς οἵ τε στονόεσσαν ἀοιδήν
Iliad 24.722: οἱ μὲν ὰρ’ ἐθρήνεον. ἐπὶ δὲ στενάχοντο γυναῖκες:
Commented on by msAint 24.15
Iliad 24.723: τῇσιν δ’ Ἀνδρομάχῃ λευκώλενος ἦρχε γόοιο:
Commented on by msAint 24.16
Iliad 24.724: Ἕκτορος ἀνδροφόνοιο κάρη μετα χερσὶν ἔχουσα:
Iliad 24.725: ἆνερ. ἀπ’ αἰῶνος νέος ὤλεο: καδ δ’ έμε χήρην
Commented on by msAim 24.43
Iliad 24.726: λείπεις ἐν μεγάροισι: πάϊς δέ τε. νήπιος αὕτως
Commented on by msAim 24.44
Iliad 24.727: ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι: οὐδέ μιν οἴω
Iliad 24.728: ἥβην ΐξεσθαι: πρὶν γὰρ πόλις ἥδε κατ’ ἄκρης
Iliad 24.729: πέρσεται: ῆ γὰρ όλωλας ἐπίσκοπος. ὅς τέ μιν αὐτὴν
Iliad 24.730: ῥύσκευ, ἔχες δ’ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα:
Other texts (6 passages)
Scholia group: msAint
msAint 24.15: ἐν αλλ οἱ μὲν δὴ θρήνεον :
Comments on 24.722
msAint 24.16: ἐν αλλω τοῖσιν ⁑
Comments on 24.723
Scholia group: msAim
msAim 24.42: γράφεται πόλιν δέ
Comments on 24.717
msAim 24.43: Ζηνόδοτ νεον ώλεο :
Comments on 24.725
msAim 24.44: ἐν ἄλλω: πάϊς δ’ έτι ⁑
Comments on 24.726
Scholia group: msA
msA 24.108: ή τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν: ὅτι ἐντεῦθεν κινηθέντες οἱ μεθ’ Ὅμηρον ποιηταὶ ῥιπτόμενον κατα τοῦ τείχους ὑπο τῶν Ἑλλήνων εἰσάγουσι τὸν Ἄστυἄνακτα ⁑
Comments on 24.735
previous | next |
---|---|
msA 324v | msA 325v |