Venetus A (Marciana 454 = 822), folio 325, verso
previous | next |
---|---|
msA 325r | msA 326r |
Iliad text (25 lines)
Iliad 24.731: αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι:
Iliad 24.732: καὶ μὲν ἐγὼ μετὰ τῇσι: σὺ δ’ αὖ τέκος, ἢ ἐμοὶ αὐτῇ
Iliad 24.733: ἕψεαι: ἔνθά κεν ἔργα, ἀεικέα ἐργάζοιο
Iliad 24.734: ἀθλεύων προ ἄνακτος ἀμειλίχου. ἤ τις Ἀχαιῶν
Iliad 24.735: ῥίψει χειρὸς ἑλὼν ἀπο πύργου λυγρὸν ὄλεθρον
Commented on by msA 24.108
Iliad 24.736: χωόμενος. ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ .
Iliad 24.737: ἢ πατέρ’. ἠὲ καὶ υἱὸν. ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
Iliad 24.738: Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οῦδας.
Iliad 24.739: οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δάϊ λυγρῇ:
Iliad 24.740: τῶ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,
Iliad 24.741: ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
Iliad 24.742: Ἕκτορ : ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά:
Iliad 24.743: οὐ γάρ μοι θνῄσκων. λεχέων ἐκ χεῖρας ὄρεξας.
Iliad 24.744: οὐδε τί μοι εἶπες πυκινὸν ἔπος. οὗ τέ κεν αἰεὶ
Iliad 24.745: μεμνήμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα:
Iliad 24.746: ὡς ἔφατο κλαίουσ’. ἐπὶ δὲ στενάχοντο γυναῖκες:
Iliad 24.747: τῇσιν δ’ αὖθ’ Ἑκάβη αδινοῦ ἐξῆρχε γόοιο:
Iliad 24.748: Ἕκτορ . ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων:
Iliad 24.749: ῆ μέν μοι ζωός περ ἐὼν, φίλος ῆσθα θεοῖσιν:
Iliad 24.750: οἱ δ’ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ:
Iliad 24.751: ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς, πόδας ὠκὺς Ἀχιλλεὺς
Iliad 24.752: πέρνασχ’, ὅν τιν’ ἕλεσκε. πέρην ἁλὸς ἀτρυγέτοιο.
Commented on by msAim 24.45
Iliad 24.753: ἐς Σάμον . ἔς τ’ Ἴ̈μβρον . καὶ Λῆμνον ἀμιχθαλόεσσαν:
Commented on by msA 24.109
Iliad 24.754: σεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ:
Iliad 24.755: πολλὰ ῥυστάζεσκεν, ἑοῦ περὶ σῆμ’ ἑτάροιο
Other texts (4 passages)
Scholia group: msAil
msAil 24.23: εῖλκεν ἔσσυρεν ⁑
Comments on 24.755@ῥυστάζεσκεν
Scholia group: msAim
msAim 24.45: ἐν αλλω ὅντιν’ ἕλέῃσι
Comments on 24.752
Scholia group: msA
msA 24.101: ώπτησάν τε περιφραδέως. σημειοῦνται τινὲς ὅτι Ἡσίοδος ἐποίησεν: ὥπτησαν μὲν πρῶτα περιφραδέως δ’ ἐρύσαντο οὐδεῖς δὲ περιφραδέως ἐξέλκει κρέα ἀλλα μᾶλλον οπτᾷ⁑
Comments on 24.624
msA 24.102: αὐτὰρ ἐπεὶ πόσιος: ὅτι κατακέχρηται τῷ στίχῳ ὁ γὰρ Ἀχιλλεὺς ήδη κεκόρεστο λέγει γὰρ νέον δ’ ἀπέληγεν ἐδωδῆς ⁑
Comments on 24.628
previous | next |
---|---|
msA 325r | msA 326r |