Venetus A (Marciana 454 = 822), folio 326, recto

previousnext
msA 325vmsA 326v

Iliad text (25 lines)


Iliad 24.756: Πατρόκλου . τὸν ἔπεφνες: ἀνέστησεν δέ μιν οὐδ’ ὧς


Iliad 24.757: νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι


Iliad 24.758: κεῖσαι. τῷ ΐκελος. ὅν τ’ ἀργυρότοξος Ἀπόλλων

Commented on by msA 24.103


Iliad 24.759: οἷς. ἀγανοῖσ βέλεσσιν ἐποιχόμενος κατέπεφνεν:

Commented on by msAim 24.46


Iliad 24.760: ως ἔφατο κλαίουσα: γόον δ’ ἀλίαστον ὄρινε:


Iliad 24.761: τῇσι δ’ ἔπειθ’ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο:


Iliad 24.762: Ἕκτορ . ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,


Iliad 24.763: ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,


Iliad 24.764: ὅς μ’ ἄγαγε Τροίηνδ ‘ ὡς πρὶν ὤφελλον ὀλέσθαι:

Commented on by msAext 24.11


Iliad 24.765: ἤδη γὰρ νῦν μοι τόδ’ εεικοστὸν ἔτος ἐστὶν


Iliad 24.766: ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης.


Iliad 24.767: ἂλλ’ οὔ πω, σεῦ, ἄκουσα κακὸν ἔπος. οὐδ’ ἀσύφηλον:


Iliad 24.768: ἀλλ’ εἴ τίς με καὶ ἄλλος ἐνι μεγάροισιν ἐνίπτοι

Commented on by msAim 24.47


Iliad 24.769: δαέρων. ἢ γαλόων. ἠ εινατέρων εὐπέπλων.


Iliad 24.770: ἢ ἑκυρὴ. ἑκυρς δὲ πατὴρ ὡς ήπιος αἰεί.

Commented on by msAim 24.48


Iliad 24.771: ἀλλὰ σὺ τόν ἐπέεσσι παραιφάμενος κατέρυκες.


Iliad 24.772: σῇ τ’ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι:


Iliad 24.773: τὼ σέ θ’ ἅμα κλαίω καὶ ἒμ’ ἄμμορον ἀχνυμαι κῆρ:


Iliad 24.774: οὐ γάρ τίς μοι ἔτ’ ἄλλος ἐνι Τροίῃ εὐρείῃ


Iliad 24.775: ήπιος. οὐδὲ φίλος. πάντες δέ με πεφρίκασι:

Commented on by msAim 24.49


Iliad 24.776: ὡς ἔφατο κλαίουσ’. ἐπὶ δὲ, στένε δῆμος ἀπείρων:

Commented on by msAext 24.12


Iliad 24.777: λαοῖσιν δ’ ὁ γέρων Πρίαμος μετα μῦθον ἔειπεν:


Iliad 24.778: ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δὲ. μηδέ τι θυμῷ


Iliad 24.779: δείσητ’ Ἀργείων πυκινὸν λόχον: ῆ γὰρ Ἀχιλλεὺς


Iliad 24.780: πέμπων μ’ ὧδ’ ἐπέτελλε μελαινάων ἀπο νηῶν:


Other texts (10 passages)


Scholia group: msAext

msAext 24.11: ὤφελλ’ απολέσθαι

Comments on 24.764


msAext 24.12: ἔστενε

Comments on 24.776


Scholia group: msAil

msAil 24.24: ἀνθηρός

Comments on 24.757@ἐρσήεις


msAil 24.25: ἐπιπλήττοι

Comments on 24.768@ἐνίπτοι


Scholia group: msAim

msAim 24.46: εν αλλῳ οἷς ἀγανοῖσι βέλεσσι ἐποιχόμενος καταπέφνῃ ⁑

Comments on 24.759


msAim 24.47: γράφεται ένισσοι

Comments on 24.768


msAim 24.48: γράφεται εῖεν :

Comments on 24.770


msAim 24.49: νῦν βδελύττονται ⁑

Comments on 24.775


Scholia group: msA

msA 24.103: ὄν τ’ ἀργυρότοξος Ἀπόλλω : ἀντι τοῦ ὄν συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θανάτῳ τελευτῆσαι ⁑

Comments on 24.758


msA 24.104: ἤδε γὰρ νύν μοι τόδε εἰκοστον: ψευδὲς οὐ γὰρ εἰκοστὸν ἔτος δύναται εἶναι ἐξ οῦ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη εἴγε δεκαετὴς μὲν ἡ τοῦ θανάτου παρασκευὴ ὁμολογεῖται γεγονέναι εἰκοστῷ δὲ Ὀδυσσεὺς ἐνιαυτῷ εἰς τὴν θάκην ἐπανελήλυθεν πολὺν ἐν τῇ πλάνῃ ενδιατρίψας χρόνον: ῥητέον οῦ δὲ ὅτι δέκα ἔτη ἐστρατολόγουν χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι: νῦν εἰκοστὸν ἐτος ἐστιν ἀπο τῆς ἁρπαγῆς Ἑλενης : ἐπι δὲ Ὀδυσσέως τὰ δέκα ἔτι, τῆς στρατολογίας οὐκ αριθμητέον: λεληθότως δὲ ἐσήμανεν ὡς οἱ φρόνιμοι τῶν Τρώων πρὸς τιμῆς ἔχειν ἡγοῦντο τὴν Ἑλένην ⁑

Comments on 24.765-24.767


previousnext
msA 325vmsA 326v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1