Venetus A (Marciana 454 = 822), folio 326, verso
previous | next |
---|---|
msA 326r | msA 327r |
Iliad text (23 lines)
Iliad 24.781: μὴ πρὶν πημανέειν. πρὶν δωδεκάτη μόλῃ ἠώς:
Iliad 24.782: ὡς ἔφαθ’. οἳ δ’ ὑπ’ ἀμάξῃσιν βόας ἡμιόνους τε
Iliad 24.783: ζεύγνυσαν. αἶψα δ’ ἔπειτα προ άστεος ἠγερέθοντο
Iliad 24.784: ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην:
Iliad 24.785: ἀλλ’ ὅτε δῆ δεκάτη ἐφάνη φαεσίμβροτος ἠὼς.
Commented on by msAim 24.50
Iliad 24.786: καὶ τότ’ ἄρ’ ἔξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες
Commented on by msAim 24.51
Iliad 24.787: ἒν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν: ἒν δ’ ἔβαλον πυρ
Iliad 24.788: ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠὼς .
Iliad 24.789: τῆμος άρ’ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός
Iliad 24.791: πρῶτον μὲν κατα πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
Iliad 24.792: πᾶσαν ὁπόσσον ἐπέσχε πυρὸς μένος: αὐτὰρ ἔπειτα
Iliad 24.793: ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ’ ἕταροί τε
Commented on by msA 24.105
Iliad 24.794: μυρόμενοι: θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν
Iliad 24.795: καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες:
Commented on by msA 24.106
Iliad 24.796: πορφυρέοις πέπλοισι αλύψαντες μαλακοῖσιν:
Iliad 24.797: αῖψα δ’ ὰρ, ἐς κοίλην κάπετον θέσαν: αὐτὰρ ὕπερθε
Iliad 24.798: πυκνοῖσιν λάεσσι. κατεστόρεσαν μεγάλοισι:
Iliad 24.799: ῥίμφα δὲ σῆμ’ ἔχεαν: περι δὲ σκοποὶ εἵατο πάντ
Iliad 24.800: μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί :
Iliad 24.801: χεύαντες δὲ τὸ σῆμα. πάλιν κίον: αὐτὰρ ἔπειτα
Iliad 24.802: εὖ συναγειρόμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα
Iliad 24.803: δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος:
Iliad 24.804: ὣς οἵ γ’ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο:
Other texts (4 passages)
Scholia group: msAim
msAim 24.50: ἐν ἀλλῳ ροδοδάκτυλος ηως ⁑
Comments on 24.785
msAim 24.51: ἐν αλλῳ ἀχνύμενοι κῆρ ⁑
Comments on 24.786
Scholia group: msA
msA 24.105: ὀστέα λευκά: τινὲς ὀστέα προπαροξυτόνως ὡς χάλκεα ἄμεινον δὲ παροξύνειν:
Comments on 24.793
msA 24.106: καὶ τά γε χρυσείην ἐς λάρνακα: ἡ διπλῆ ὅτι τὴν σορὸν λάρνακα εῖπεν ⁑
Comments on 24.795
previous | next |
---|---|
msA 326r | msA 327r |