Venetus A (Marciana 454 = 822), folio 35, recto

previousnext
msA 34vmsA 35v

Iliad text (27 lines)


Iliad 2.538: Κήρινθόν τ’ ἔφαλον. Δίου τ’ αἰπὺ πτολίεθρον.


Iliad 2.539: οἵ τε Κάρυστον ἔχον: ἠδ’ οἱ Στύρα ναιετάασκον.


Iliad 2.540: τῶν αὖθ’ ἡγεμόνευ’ Ἐλεφήνωρ ὄζος Ἄρηος


Iliad 2.541: Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων :


Iliad 2.542: τῷ δ’ ἅμ’ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες

Commented on by msA 2.626


Iliad 2.543: αἰχμηταὶ: μεμαῶτες ὀρεκτῇσιν μελίῃσιν

Commented on by msA 2.627, msA 2.628


Iliad 2.544: θώρηκας ῥήξειν δηΐων ἀμφι στήθεσσι:


Iliad 2.545: τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο:


Iliad 2.546: οἱ δ’ άρ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον:

Commented on by msA 2.629


Iliad 2.547: δῆμον Ἐρεχθῆος μεγαλήτορος: ὅν ποτ’ Ἀθήνη

Commented on by msA 2.630


Iliad 2.548: θρέψε Διὸς θυγάτηρ. τέκε δὲ ζείδωρος ἄρουρα:

Commented on by msA 2.631


Iliad 2.549: καδ δ’ ἐν Ἀθήνῃς εἷσεν, ἑῷ ἐν πίονι νηῷ.


Iliad 2.550: ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ϊλάονται


Iliad 2.551: κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν.


Iliad 2.552: τῶν αὖθ’ ἡγεμόνευ’ υἱὸς Πετεῶο Μενεσθεύς :


Iliad 2.553: τῷ δ’ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ’ ἀνὴρ

Commented on by msA 2.632


Iliad 2.554: κοσμῆσαι ἵ̈ππους τε καὶ ἀνέρας ἀσπιδιώτας:


Iliad 2.555: Νέστωρ οἶος ἔριζεν: ὃ γὰρ προγενέστερος ἦεν:


Iliad 2.556: τῷ δ’ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο:


Iliad 2.557: Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας:

Commented on by msA 2.633


Iliad 2.559: οἱ δ’ Ἄργός τ’ εἶχον Τίρυνθά τε τειχιόεσσαν.


Iliad 2.560: Ἑρμιόνην Ἀσίνην τε βαθὺν κατα κόλπον ἐχούσας:


Iliad 2.561: Τροίζην’ Ἠϊόνας τε καὶ ἀμπελόεντ’ Ἐπίδαυρον :


Iliad 2.562: οἵ τ’ ἔχον Αἴγιναν , Μάσητά τε κοῦροι Ἀχαιῶν .


Iliad 2.563: τῶν αὖθ’ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης :


Iliad 2.564: καὶ Σθένελος , Καπανῆος ἀγακλειτοῦ φίλος υἱός:


Iliad 2.565: τοῖσι δ’ ἅμ’ Εὐρύαλος τρίτατος κίεν ἰ̈σόθεος φὼς.

Commented on by msA 2.634


Other texts (4 passages)


Scholia group: msA

msA 2.630: δῆμον Ἐρεχθῆος : Ἐρεχθέως τοῦ βασιλέως Ἀθηναίων τοῦ καὶ Ἐριχθονίου καλουμένου: γεννηθέντος δὲ ἐκ τοῦ Ἡφαίστου οὗτος γὰρ εδίωκεν Ἀθηνᾶν ἐρῶν αὐτῆς ἡ δὲ ἒφυγεν. ὡς δὲ εγγὺς αὐτῆς ἐγένετο πολλῇ ἀνάγκῃ ἢν γὰρ χωλὸς επειρᾶτο συνελθεῖν. ἡ δὲ ὡς σώφρων καὶ παρθ οῦσα οὐκ ἀνέσχετο ὃς ἀπεσπερμήνεν εἰς τὸ σκέλος τῆς θεᾶς: ἡ δὲ μυσαχθεῖσα ἐρίῳ ἀπομάξασα τὸν γόνον ἔρριψεν εἰς γῆν ὅθεν Ἐριχθόνιος ὁ εκ τῆς γῆς ἀναδοθεὶς παῖς ἐκλήθη ἀπο τοῦ ἐρίου καὶ τῆς χθονός: ἱστορεῖ Καλλίμαχος ⁑

Comments on 2.547


msA 2.631: ζείδωρος ἄρουρα: τοῦτο ὡς κύριον ἔλαβεν ἐπι τῆς Ἀττικῆς ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπὸς διὅ νῦν πρῶτον τῷ ἐπιθέτω εχρήσατο⁑

Comments on 2.548


msA 2.632: τῷ δ’ οὔ πω τις ὁμοῖος: ὅτι Ζηνοδοτος ἀπο τούτου τρεῖς στίχους ἠθέτηκεν μήποτε δὲ δια τῶν επι μέρους οὐδεποτε αὐτὸν διατάσσοντα συνέστησεν: πολλα μεντοι Ὅμηρος κεφαλαιωδῶς συνίστησιν αὐτα τὰ ἔργα παραλιπὼν ὡς τὴν Μαχάονος ἀριστείαν παῦσεν ἀριστεύοντα μάχας ⁑

Comments on 2.553


msA 2.634: ἰσόθεος φώς : τὸ φῶς ὀξυτονούμενον τὸν ἅνον δηλοὶ ὡς νῦν καὶ φῶτ’ Ἀσκληπιοῦ υἱόν περισπώμενον δὲ τὸ φέγγος καὶ τροπικῶς τὴν σριαν συνῃρημένον ἐκ τοῦ φάους: εἰκότως οὖν περισπαται φόως δ’ ετάροισιν ἔθηκεν : καὶ χρύσεον λύχνον ἔχουσα φόως περικαλλές . ἐπεὶ τὸ πῶς καὶ τὸ ποῦ επιρρήματά εστι πευστικὰ οἷον πῶς θάνεν Ἀτρείδης ποῦ Μενέλαος ἔιη: ὀζυτονούμενα δὲ καὶ ἐγκλιτικά ἐστιν ὡς τὸ ἀλλ οὔπως ἅμα πάν’τα θεοὶ δόσαν ἀνοισιν , ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι ⁑

Comments on 2.565


previousnext
msA 34vmsA 35v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1