Venetus A (Marciana 454 = 822), folio 34, verso

previousnext
msA 34rmsA 35r

Iliad text (25 lines)


Iliad 2.513: οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο :


Iliad 2.514: παρθένος αἰδοίη ὑπερώϊον εἰς, ἀναβᾶσα

Commented on by msA 2.600, msA 2.601


Iliad 2.515: Ἄρηϊ κρατερῷ: ὁ δέ οἱ παρελέξατο λάθρῃ:


Iliad 2.516: τῶν δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο:

Commented on by msA 2.602


Iliad 2.517: Αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον

Commented on by msA 2.603, msA 2.604


Iliad 2.518: υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδᾱο :

Commented on by msA 2.605


Iliad 2.519: οἲ Κυπάρισσον ἔχον: Πυθῶνά τε πετρήεσσαν

Commented on by msA 2.606, msA 2.607


Iliad 2.520: Κρῖσαν τε ζαθέην: καὶ Δαυλίδα καὶ Πανοπῆα :

Commented on by msA 2.608, msA 2.609, msA 2.610, msA 2.611


Iliad 2.521: οἵ τ’ Ἀνεμώρειαν . καὶ Ὑάμπολιν ἀμφενέμοντο:

Commented on by msA 2.612, msA 2.613


Iliad 2.522: οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον:

Commented on by msA 2.614


Iliad 2.523: οἵ τε Λίλαιαν ἔχον πηγῇς ἐπὶ Κηφισοῖο :

Commented on by msA 2.615


Iliad 2.524: τοῖς δ’ ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο:


Iliad 2.525: οἱ μὲν Φωκήων στίχας ἵ̈στασαν. ἀμφιέποντες.


Iliad 2.526: Βοιωτῶν δ’ ἔμπλην ἐπαριστερὰ θωρήσσοντο:


Iliad 2.527: Λοκρῶν δ’ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας

Commented on by msA 2.617


Iliad 2.528: μείων: οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας :

Commented on by msA 2.618


Iliad 2.529: ἀλλὰ πολὺ μείων: ὀλίγος μὲν, ἔην λινοθώρηξ.


Iliad 2.530: ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς


Iliad 2.531: οἳ Κῦνόν τ’ ἐνέμοντ’. Ὀπόεντά τε Καλλίαρόν τε


Iliad 2.532: Βῆσσάν τε. Σκάρφην τε. καὶ Αὐγειὰς ἐρατεινάς:

Commented on by msA 2.620, msA 2.621


Iliad 2.533: Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ρέεθρα:


Iliad 2.534: τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο


Iliad 2.535: Λοκρῶν . οἳ νεουσι πέρην ἱ̈ερῆς Εὐβοίης :

Commented on by msA 2.622


Iliad 2.536: οἱ δ`’ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες


Iliad 2.537: Χαλκίδα τ’ Εἰρέτριάν τε πολυστάφυλόν τ’ Ἰ̈στίαιαν

Commented on by msAext 2.623


Other texts (17 passages)


Scholia group: msA

msA 2.600: ‡ὑπερώϊον oἶς ἀναβᾶσα: τὴν εἶς πρόθεσιν χωριστέον τοῦ ἀναβᾶσα ἀναστροφὴ γὰρ εἰς ὑπερῷον ἀναβασα : τὸ δε διάστημα οὐ πάν τι αἰσθητόν⁑

Comments on 2.514


msA 2.602: τῶν δὲ τριήκοντα γλαφυραι: κατα δοτικὴν τοῖς δὲ αἱ Ἀριστάρχου . καὶ ἔστιν ὅμοιον τῷ τοῖσι δ’ ἅμ ὁγδώκοντα καὶ τὸ ἑνικὸν τῷ δ’ ἅμα τεσσαράκοντα ⁑

Comments on 2.516


msA 2.603: αὐτὰρ Φωκήων : ὅτι καὶ ἕτερος Σχεδίος ἐστι Φωκεὺς τῶν ἐπι μέρους ἡγεμὼν καὶ ἀμφότεροι ὑφ’ Ἕκτορος ἀναιροῦνται: ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον ἀρχὸν Φωκήων ἡ δὲ ἀναφορὰ προς τὰ Πυλαιμενοῦς ⁑

Comments on 2.517


msA 2.604: αὐτὰρ Φωκήων : τὰ τοιαῦτα διχῶς εν ταῖς Ἀριστάρχου εὑρίσκομεν καὶ δια τοῦ ει Φωκείων καὶ δια τοῦ η Φωκήων τοὺς δε Φωκεῖς οἱ μὲν ἀπο Φωκου τοῦ Ψαμάθης καὶ Αἰακοῦ τοῦ Πωσειδῶνος καὶ Προνοης τῆς Ἀσωποῦ ⁑

Comments on 2.517


msA 2.605: υἱέες Ἰ¨φίτου : τὴν μέσην συλλαβὴν ἐκτείνομεν τα Ἰφίτου διὰ τὸ μέτρον ἐν ἑτέροις γοῦν φυλασσομεν τὸν χρόνον Ἴφιτος Εὐρυτίδης ⁑

Comments on 2.518


msA 2.606: οἳ Κυπάρισσον ἔχον: ὠνομάσθη Κυπάρισσος ἀπο Κυπαρίσσου τοῦ Ὀρχομενοῦ ἀδελφοῦ ἡ ἀπο τῶν ἐν αυτῆ φυομένων κυπαρίσσων ὁμωνύμως δὲ τῷ δένδρῳ ἀνεγνώσθη⁑

Comments on 2.519


msA 2.608: κρῖσάν τε ζαθ : ὅτι Ζηνοδ γράφει καὶ Πανοπτέων ἄμετρον ποιῶν τὸν στίχον καὶ οὐ καθ’ Ὅμηρον σχηματίζων τὸ ὄνομα ἔστι γὰρ Πανοπεὺς ὡς Ἀχιλλεὺς ὃς ἐν κλειτῷ Πανοπῆϊ ⁑

Comments on 2.520


msA 2.609: Κρῖσα : πεδίον ἐν Λοκρίδι . ἡ ὡς οἱ πλείονες φασὶν ἐν Δελφοῖς ὀνομασθὲν ἀπο Κρίσου τοῦ Τυράννου καὶ Ἀστεροδείας τῆς Διϊονος ⁑

Comments on 2.520


msA 2.610: Δαυλὶς δὲ πό Φωκίδος : ἀπο Δαυλιέως ὀνομασθεῖσα τοῦ τυράννου καὶ Χρηστώνης , ἠ δια τὸ σύμφυτον. δαυλὸν γὰρ τὸ δασὺ ἔλεγον οἱ ἀρχ ⁑

Comments on 2.520


msA 2.611: Πανοπῆα : πό Φωκίδος ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ Φωκοῦ⁑

Comments on 2.520


msA 2.612: οἵ τ’ Ἀνεμώρειαν : αὕτη μεταξὺ κειται Φωκίδος καὶ Δελφῶν : ἐφ ὑψηλοῦ τόπου ὅθεν καὶ οὕτως ὠνόμασται παρα τὸ καταπνεῖσθαι αὐτὴν σφοδρῶς⁑

Comments on 2.521


msA 2.614: οἵ τ’ ἄρα παρ ποταμὸν Κηφισσον : οὗτοι Ἐπικηφίσιοι λεγονται ὑπο δέ τινων παραποτάμιοι: ὁ δε Κηφισὸς ποταμὸς ἐπι τῆς Φωκίδος ἔχων τὰς πηγὰς ἐκ Λιδαίας ὥς φησιν Ησίοδος ᾥστε Λιλαίῃσι προΐει καλλίροον ὕδωρ ⁑

Comments on 2.522


msA 2.615: πηγῇς ἐπι Κηφισοῖο : Πτολεμαῖος ἀναστρέφει καὶ Πάμφιλος Ἀλεξιῶν συντάσσει τῇ γενικῇ τὴν πρόθεσιν καὶ οὐκ αναστρέφει. Ἀρίσταρχος δὲ τοῖς κυριωτέροις συνέτασσε τὰς προθέσεις⁑

Comments on 2.523


msA 2.616: Λοκρῶν δ’ ηγεμόνευεν: ὅτι τινὲς τῶν νεωτέρων ἀνέγνωσαν χωρὶς τοῦ ο ὡς ἄρθ ὄντος εἶτα Ἰλῆος : ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει τὸν Ἰολῆα . τὸ δὲ ἑξῆς ἐστι, Λοκρῶν οἳ Κῦνον τὰ δὲ λοιπὰ δια μέσου ὦν ἡ διόρθωσις προεἴρηται ⁑

Comments on 2.527-2.531


msA 2.617: Λοκρῶν νῦν μέμνηται τῶν Επικνηνιδίων καλουμένων οὗτοι γὰρ ἀντικρὺ τῆς Εὐβοίας τὴν οίκησιν πεποίηται ὁ ὑπο τῷ Αἴαντι ὄντες: εἰσὶ δὲ καὶ ἕτεροι Λοκροὶ ἐπικαλούμενοι Ὀζόλαι περι τὴν Αἰτωλίαν ἐπι τῆς ἑταίρας πλευρᾶς οικοῦντες κατὰ τὸ Κρισαῖον πεδίον κεκλημένοι οὕτως ἀπο τοῦ αὐτόθι ῥέοντος Ὄζοντος ποταμοῦ ὃν ἐποίησαν δυσώδη οἱ ϊχῶρες τοῦ Κενταύρου τοῦ ὑπο Ηρακλέως τρωθέντος ὁπηνίκα διάγων Διϊάνειραν τὴν Οἰνέως κατα τὸν Εὔϊνὸν ποταμὸν ἐπεχείρει βιάζεσθαι: ἠ ὅτι εἰσὶ αἰγονόμοι καὶ τὰς δορὰς τῶν βοσκημάτων δυσώδεις οὔσας καὶ ἀβυρσεύτους ἀμφιέννυνται. τούτων δὲ ἄποικοι εἰσὶν ἕτεροι Λοκροὶ οἱ Ὑποζεφύριοι καλούμενοι δια τὸ ἐπι Ζεφυρίῳ όρει τῆς Ἰταλίας παροικεῖν⁑

Comments on 2.527


msA 2.618: μείων οὔτι τόσος γε: ὅτι Ζηνοδοτος ἠθέτηκεν αυτὸν ἀναγκαῖος δέ ἐστι προδιασυνίστησι γὰρ ὅτι ἥττων ἐστὶ κατα τὸ μέγεθος τοῦ Τελαμωνίου : ἐκεῖνον μέντοι γε μέγαν λέγει⁑

Comments on 2.528


msA 2.619: ἀλλα πολὺ μείων: ἀθετοῦνται ἀμφότεροι ὅτι προἔιρηκε μείων οὔτι τόσος γε καὶ πρὸς οὐδὲν διλογεῖ ἀλλα πολὺ μείων καὶ οὐδὲ πολὺ λείπεται τοῦ ἑτέρου κακῶς δὲ καὶ ὁ λινοθώρηξ οἱ γὰρ Ἕλληνες οὐκ εχρῶντο λινοῖς θώραξι δια παντὸς γὰρ χαλκοχίτωνας αὐτοὺς λέγει καὶ Ἕλληνας οὐδεποτε εἴρηκεν: ἀλλ’ Ἀργείους ἠ Δαναούς καὶ οὐδε Ἐλλάδα τὴν οικουμένην ὑπο Ἑλλήνων ἀλλα μίαν πό Θεσσαλίας ἧς τοὺς οἰκήτορας Ἕλληνας λέγει: Μυρμιδόνες δὲ καλεῦτο καὶ Ἕλληνες καὶ Ἀχαιοὶ ⁑

Comments on 2.529-2.530


previousnext
msA 34rmsA 35r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1