Venetus A (Marciana 454 = 822), folio 34, recto

previousnext
msA 33vmsA 34v

Iliad text (25 lines)


Iliad 2.488: πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω


Iliad 2.489: οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι: δέκα δὲ στόματ’ εἶεν:


Iliad 2.490: φωνὴ δ’ ἄρρηκτος. χάλκεον δέ μοι ἦτορ ἐνείη:


Iliad 2.491: εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι. Διὸς αἰγιόχοιο


Iliad 2.492: θυγατέρες. μνησαίαθ’ ὅσοι ὑπὸ Ἴλιον ἦλθον:


Iliad 2.493: ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας ⁑

Commented on by msAim 2.599


Iliad 2.494: Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον:

Commented on by msA 2.587


Iliad 2.495: Ἀρκεσίλαός τε Προθοήνωρ τε κλονίος τε:

Commented on by msA 2.590


Iliad 2.496: οἵ θ’ Ὑρίην ἐνέμοντο, καὶ Αὐλίδα πετρήεσσαν:

Commented on by msA 2.591, msA 2.592


Iliad 2.497: Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ’ Ἐτεωνόν :

Commented on by msA 2.593


Iliad 2.498: θέσπῑαν : Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν :

Commented on by msA 2.594


Iliad 2.499: οἵ τ’ ἀμφ’ Ἅρμ’ ἐνέμοντο. καὶ Εἰλέσιον : καὶ Ἐρυθράς :


Iliad 2.500: οἵ τ’ Ἐλεῶν’ εἶχον: ἠδ’ Ὕλην καὶ Πετεῶνα :

Commented on by msA 2.595


Iliad 2.501: Ὠκαλέην Μεδεῶνά τ’ ἐϋκτίμενον πτολίεθρον:


Iliad 2.502: Κώπας Εὔ΄τρησίν τε πολυτρήρωνά τε Θίσβην :

Commented on by msA 2.596


Iliad 2.503: οἵ τε Κορώνειαν καὶ ποιήενθ’ Ἁλίαρτον :


Iliad 2.504: οἵ τε Πλάταιαν ἔχον ἢ δ’ οἳ Γλισᾶντ’ ἐνέμοντο:


Iliad 2.505: οἵ θ’ ὑπο Θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον:


Iliad 2.506: Ὀγχηστόν θ’ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος:


Iliad 2.507: οἵ τε πολυστάφυλον Ἄρνην ἔχον: οἵ τε Μίδειαν :

Commented on by msA 2.597


Iliad 2.508: Νῖσάν τε ζαθέην, Ἀνθηδόνα τ’ ἐσχατόωσαν:


Iliad 2.509: τῶν μὲν πεντήκοντα νέες κίον: ἐν δὲ ἑκάστῃ


Iliad 2.510: κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον:


Iliad 2.511: οἱ δ’ Ἀσπληδόνα ναῖον ἰ̈δ`’ Ὀρχομενὸν Μινύειον .

Commented on by msA 2.598, msAext 2.511x


Iliad 2.512: τῶν ἦρχ’ Ἀσκάλαφος καὶ Ἰ̈άλμενος υἷες Ἄρηος :


Other texts (15 passages)


Scholia group: msAext

msAext 2.511x: ἀσπληδον’ ἔναιον

Comments on 2.511


Scholia group: msA

msA 2.585: ‡πληθὺν δ’ ἐγὼ μυθήσομαι: ἤτοι ὅτι περισσὸς, εἰ μυθήσομαι εἴρηκεν ἀντι τοῦ μυθησαίμην: πάλιν δὲ δια μέσου τὸ διστίχιον : τὸ γὰρ ἑξῆς πληθὺν δ’ οὐκ ὰν εγὼ μυθήσομαι εἰ μὴ Ολυμπιάδες : τὰ δὲ λοιπὰ δια μέσου ὡς ἔθος. διὃ στίζομεν ἀνυποκρίτως ἐπι τὸ Μοῦσαι ⁑ διασταλτέον δὲ καὶ θυγατέρες ⁑

Comments on 2.488-2.492


msA 2.586: οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι ὅτι ἡ ἰδιότης τῆς ὑπερβολῆς Ὁμηρική: καὶ ἐν Ὀδυσσείᾳ . οὐδ’ εἰ οἱ χειρές τε ἐείκοσι καὶ πόδες εἶεν : ἡ δὲ ἀναφορὰ πρὸς τοὺς περιγράφοντας τούτους τοὺς στίχους⁑

Comments on 2.489-2.490


msA 2.587: Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ῆρχον⁑ ἄρξασθαι φασὶ τινὲς ἀπο Βοιωτῶν τὸν Ὅμρ τοῦ ὡς κεχαρισμένων τῶν Μουσῶν ῶν ἐπεκαλέσατο αὐτόθι γὰρ ἐν Βοιωτίᾳ εἰναι τὸν Ελικῶνα τὸ όρος ὅπου σύνηθες αὐταῖς διατρίβειν: ἀντιλέγουσι δε τινες τούτοις φάσκοντες. οὑ τῆς Βοιωτίας ἀλλὰ τῆς Φωκίδος εἶναι τὸν Ἑλικῶνα . μὴ οὖν ἀπο Βοιωτῶν τὴν ἀρχὴν δια τοῦτο γεγενῆσθαι: τινὲς δὲ ὅτι ἀνθ ὧν οὖτοι μόνοι πέντε εἶχον ἡγενόνας: ἄλλοι δέ φασιν οὐ δια τοῦτο: ἀλλ’ επεὶ πολλὰς πόλεις εἶχ ἡ Βοιωτία . δια τοῦτο ἐντεῦθεν ἄρξασθαι αὐτὸν τοῦ . οὐκ έστι δὲ, οὐδε τοῦτο ὑγιὲς οὐ γὰρ ἀπο πλήθους πόλεων ὁ παραμετρεῖται. ήρξατο γὰρ ἂν μᾶλλον ἀπο Κρητῶν ἐχόντων ἑκατὸν πόλεις: βέλτιον δὲ λέγειν αὐτὸν ἀπὸ Βοιωτῶν ῆρχθαι ἐπειδήπερ ἐν Αὐλίδι πόλει τῆς Βοιωτίας συνήχθη ἅπαν τὸ πλῆθος τῶν ἐπι τὴν Ἴλιον μελλόντων στρατεύειν ἔχει δὲ αὕτη ἡ πόλις λιμένας τοὺς μὲν βλέποντας ἐπι τὴν Ἴλιον τοὺς δὲ καταγωγοὺς ἀπο τῆς Ἑλλάδος ἁπασης δι ἥν αἰτίαν συνηθροίσθησαν αὐτόθι καὶ ἐντεῦθεν ἀπέπλευσαν. ὁ δὲ Ἀρίσταρχός φησὶ κατα ἐπιφορὰν αὐτὸν τὴν ἀρχὴν ποιήσασθαι ει γὰρ καὶ ἀπ αλλου ἔθνους ήρξατο ἐζητοῦμεν ἄν τὴν αιτίαν τῆς ἀρχῆς‡

Comments on 2.494


msA 2.588: Βοιωτῶν μὲν Πηνέλεως : ἰστέον ὅτι ἐτίθεσαν οἱ πλεῖστοι τῶν παλαιῶν προληπτικῶς τὰς ὀνομασίας τοῖς παισὶν ἀφ ὧν ἔμελλον οἱ παῖδες ἐπιτηδεύειν πραγμάτων: σφόδρα δὲ αὐτοῖς ἔμελλε τὰ πολέμου διὃ Πηνέλεως μὲν ὠνομάσθη ἀπὸ τοῦ μένεσθαι περι τὸν λεὼν ὅ ἐστι πονεῖν καὶ ἐργάζεσθαι κατὰ τὸν όχλον: Λήϊτος δὲ ἀπο τοῦ λειαν ἁζειν: λεία δὲ ἡ ἀπο πολέμου κτῆσις. Ἀρκεσίλαος δὲ ἀπο τοῦ επαρκεῖν καὶ βοηθεῖν τοῖς λαοῖς τοῦτεστι τοῖς όχλοις: Προθοήνωρ δὲ ὁ προθέων ἠνορέῃ τοῦτεστιν ἀνδρεῖα: Κλονίος δὲ ὁ γενναιος καὶ μάχιμος γενησόμενος κλόνος γὰρ ἡ μάχη⁑

Comments on 2.494-2.495


msA 2.589: Βοιωτῶν μὲν Πηνέλεως ἡ Βοιωτία τὸ πρότερον Ἀονία εκαλεῖτο ἀπὸ τῶν κατοικούντων ἐπ αυτῇ Ἀόνων μετωνομάσθη δὲ Βοιωτία κατα μέν τινας ἀπο Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ Ἄρνης . καθ’ ἑτέρους δὲ ἀπο τῆς ελαθείσης κατὰ τὸ πυθόχρηστον ὑπὸ Καδμου βοός. Εὐρωπης γὰρ τῆς Φοίκινος θυγατρὸς ἐκ Σιδῶνος ὑπο Διὸς ἁρπαγείσης Κάδμος ἀδελφὸς αὐτῆς κατὰ ζήτησιν πεμφθεὶς ὑπο τοῦ πρς ὡς οὐχ εῦρεν αὐτὴν. ἦλθεν εἰς Δελφοὺς ἐρωτήσων τὸν θεόν. ὁ δὲ θς εἶπεν αὐτῷ περι μὲν Εὑρώπης μὴ πολυπραγμονεῖν. χρῆσθαι δε καθοδηγῷ βοῒ καὶ πόλιν εκεῖ κτίζειν ἔνθα ἂν αὐτὴ εἰς τα δεξιᾷ πέσῃ καμοῦσα: τοιοῦτον λαβῶν χρησμο῀ν διὰ Φωκείων ἐπορεύετο, εἶτα βοῒ συντυχὼν παρὰ τοῖς Πελαγόνος βουκολίοις ταύτῃ πορευομένῃ κατὅπιν εἵπετο: ἡ δὲ διεξοῦσα πασαν Βοιωτίαν ὦκνήσασα ἀνεκλθη ενθα νῦν εἰσὶ αἱ πολεῖς Θῆβαι : βουλόμενος δὲ Ἀθηνᾷ τὴν βοῦν καταθῦσαι, πέμπει τινὰ τῶν μεθ εαυτοῦ ληψόμενου χέρνιβα ἀπο τῆς Ἀρητιάδος κρήνισσος δὲ φρουρῶν τὴν κρήνην δράκων ὃν Ἄρεως ἔλεγον εἶναι τοὺς πλείονας τῶν πεμφθέντων δίεφθειρεν : ἀγανακτήσας δὲ Κάδμος κτείνει τὸν δράκοντα καὶ τῆς Ἀθηνᾶς αὐτῷ ὑποθεμένης τοὺς τούτου ὀδόντας σπείρειν ἀφ οῦ εγένοντο οἱ γηγενεῖς. ὀργισθέντος δὲ Ἄρεως . καὶ μέλλοντος Κάδμον ἀναιρεῖν ἐκώλυσεν ὁ Ζεὺς , καὶ Ἁρμονίαν αὐτῷ συνῴκισε τὴν Ἄρεως καὶ Ἀφροδίτης : πρότερον δὲ ἐκέλευσεν αὐτὸν ἀντι τῆς ἀναιρέσεως τοῦ δράκοντος ἐνιαυτὸν θητεῦσαι: ἐν δὲ τῷ γάμῳ Μούσας ᾆσαι καὶ τῶν θεῶν ἕκαστον Ἁρμονία δῶρον δοῦναι: ἱστορεῖ Ἑλλανικος ἐν Βοιωτιακοἷς καὶ Ἀπολλόδωρος ἐν τῷ γ ⁑

Comments on 2.494-2.495


msA 2.590: Κλονίος, παροξύνεται ἐπεὶ τὰ εἰς ὸς λήγοντα τὸ ϊ παραληγόμενα τριβράχεα ἐπι κυρίων παροξύνεται Σχεδίος Χρομίος Δολίος . ἀντιπίπτει τὸ Ἅλιος κατὰ τὴν παράδοσιν καὶ τὸ Ἄνιος καὶ Κρόνιος καὶ Ξένιος ⁑

Comments on 2.495


msA 2.591: οἵ θ’ Ὑρίην ἐνέμοντο: ποῦ παρέλαβον σύνδ τέ ἀλλ ὅντως παρέλαβον Θυρίαν τὴν πο οὐκ εῦ δὲ ἀπο γὰρ Ὑριέως καὶ ἡ Ὑρία οὕτως ὀφείλει ἔχειν τὸν τοῦ υ φθόγγον: μαρτυρεῖ καὶ Ἡσίοδος λέγων ἢ δίη Ὑρίη Βοιωτίης τρέφε κούρην ⁑

Comments on 2.496


msA 2.592: Αὐλίδα πετρήεσσαν: ὡς ἀπο ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις καὶ εἰ μέντοι παρα τῷ Εὐφορίωνι Αὖλιν τεσφάγον αἰτιατικὴ ἀπο εὐθείας βαρυνομένης γέγονεν ἡ γὰρ εἰς ϊν κατάληξις ἀπο βαρυτόνων ἐστιν ἡ δε εἰς ρα καὶ ἀπο βαρυτόνων καὶ ὀξυτόνων⁑

Comments on 2.496


msA 2.593: Σχοῖνόν τε, Σκῶλόν τε, πολύκνημόν τ’ Ετεωνόν : καθ ἕκαστον ὄνομα ἐκ φύσεως καὶ λόγου διαστολή εστι βραχυτάτη δια τὴν ἐπανάληψιν τῶν ὀνοματικῶν ἣν ἐν τοῖς ἀντιγράφοις τιθέναι οὐκ επείγει κατα δὲ τὴν προφορὰν σώζει⁑

Comments on 2.497


msA 2.594: Θέσπιαν Γραιαν τε: ἐκτετάσθαι φασὶ δια τὸ μέτρον τὸ γὰρ τῆς ϊστορίας ἐν συστολῇ τέ εστι πληθυντικῶς τὲ λεγόμενον ἴσως οὖν ὅλον ποιητικόν ἐστι σύνηθες γὰρ αὐτῷ πολλάκις τὰ πληθυντικῶς λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι καὶ εὐρυάγυιαν Ἀθήνην πολυχρύσοιο Μυκήνῃς καὶ ἐκ τοῦ ἐναντίου τὰ ἑνικα πληθυντικῶς: ἐκ μὲν Κρητάων γένος εὔχομαι . ταῦτα ἐν τη Προσωδ ὁ Ηρωδιανός : ἐν μέντοι τῷ ια τῆς Καθολικῆς προσωδίας ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι προ τέλους τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ καὶ τοῦτο αὐτὸ τὸ Ομηρικὸν παρατίθησι καὶ ἀλλ’ αχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶς καὶ ἐπιφέρει ὅτι καὶ Θεσπιὰ ὀξυτόνως λέγεται:

Comments on 2.498


msA 2.595: οἵ τ᾽ Ἐλεῶν εἶχον⁑ ὅτι νῦν μὲν ἐκτεταμένως Ὕλην εἴρηκεν ἐν ἄλλοις δὲ συνεσταλμένως Ὕλη ἔνι οἰκίᾳ ναίων : νῦν δὲ καλοῦνται Ὕλαι πληθυντικῶς⁑

Comments on 2.500


msA 2.597: οἵ τε πολυστάφυλον ὅτι Ζηνόδοτος γράφει Ἄσκρην ἔχον οὐ δύναται δὲ πολυστάφυλος ἡ Ἄσκρη λέγεσθαι: ἀξιοπιστότερος γάρ ἐστιν Ἡσίοδος λέγων Ἄσκρη χεῖμα κακον θέρει ἀργαλέη . ὥστε οὐδὲ πολύκαρπος λεγοιτο ἄν⁑

Comments on 2.507


msA 2.598: οἱ δ᾽ ἁσπληδόν: ὅτι καὶ ἕτερος Ὀρχόμενός εστιν Ἀρκαδικός. ἀλλ’ ὁ μὲν Βοιωτίακος , Μινύειος καλεῖται ὁ δὲ Ἀρκαδικὸς πολύμηλος καὶ τοῖς ἐπιθέτοις διαστέλλεται ἡ ὁμωνυμία⁑

Comments on 2.511


Scholia group: msAim

msAim 2.599: ὅτι περισὴ ἡ προ πρόθ :

Comments on 2.493


previousnext
msA 33vmsA 34v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1