Venetus A (Marciana 454 = 822), folio 33, verso
previous | next |
---|---|
msA 33r | msA 34r |
Iliad text (25 lines)
Iliad 2.463: κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
Iliad 2.464: ὡς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
Iliad 2.465: ἐς πεδίον προχέοντο Σκαμάνδριον : αὐτὰρ ὑπο χθὼν
Iliad 2.466: σμερδαλέον κονάβιζε ποδῶν. αὐτῶν τὲ καὶ ἵ̈ππων.
Iliad 2.467: ἔσταν δ’ ἐν λειμῶνι Σκαμανδρίω ἀνθεμόεντι
Commented on by msA 2.570
Iliad 2.468: μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ:
Commented on by msAext 2.583
Iliad 2.469: ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ.
Iliad 2.470: αἵ τε κατα σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
Iliad 2.471: ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει:
Commented on by msAim 2.580
Iliad 2.472: τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
Iliad 2.473: ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες:
Iliad 2.474: τοὺς δ’ ὥς τ’ αἰπόλια πλατέ’ αἰγῶν αἰπόλοι ἄνδρες
Commented on by msAint 2.582, msA 2.572, msA 2.573
Iliad 2.475: ῥεῖα διακρίνωσιν. ἐπεί κε, νομῷ μιγέωσιν.
Iliad 2.476: ὡς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
Iliad 2.477: ὑσμίνην δ`’ ἰέναι: μετὰ δὲ κρείων Ἀγαμέμνων
Iliad 2.478: ὄμματα καὶ κεφαλὴν ἵ̈κελος Διῒ τερπικεραύνῳ,
Commented on by msAim 2.581
Iliad 2.479: Ἄρεϊ δὲ ζώνην: στέρνον δὲ Ποσειδάωνι :
Iliad 2.480: ἠΰτε βοῦς ἀγέληφι μέγ’ ἔξοχος ἔπλετο πάντων
Iliad 2.481: ταῦρος: ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομενῇσιν.
Commented on by msAext 2.584
Iliad 2.482: τοῖον ἂρ Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ
Iliad 2.483: ἐκπρεπέ’ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν:
Iliad 2.484: ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι:
Commented on by msA 2.575
Iliad 2.485: ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστε τε πάντα:
Commented on by msA 2.578
Iliad 2.486: ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν:
Iliad 2.487: οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν:
Other texts (16 passages)
Scholia group: msA
msA 2.568: ‡κλαγγηδὸν προκαθιζόντων: ὑποστιγμὴ ἐπι τὸ προκαθιζόντων δια τὸ ὡς μόριον καὶ ἐπι τὸ λειμών. μακρὰ γὰρ ἡ περίοδος πέντε ἔπη περιέχουσα. τὸ δὲ εξῆς: ορνίθων: πετεηνῶν ἔθνεα πολλὰ κλαγγηδὸν προκαθιζόντων ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι σμαραγεῖ δέ τε λειμῶν τὰ δὲ ἀλλα δια μέσου τὸ δὲ σμαραγεῖ λάμπει ὅθεν καὶ σμάραγδος ὁ λαμπρὸς λίθος
Comments on 2.463
msA 2.569: προκαθιζόντων: τὰ συναγελαστικὰ τῶν ὀρνέων ὅταν προλάβη τῇ πτήσει ἀνανένειν εἴωθε τὰ ὑστεροῦντα⁑
Comments on 2.463
msA 2.570: Σκαμανδρίῳ ἀνθεμόεντι: τὸ τῷ Σκαμάνδρω ποταμῷ παρα κείμενον πεδίον: ὁ δὲ Σκάμανδρος κατα φερόμενος ἀπο τῆς Ἴδης καὶ μέσον τέμνων τὸ ὑπο κείμενον τῇ Ἰλίῳ πεδίον καὶ ἐπι τὰ ἀριστὰ ἐκδιδὸυς εἰς θάλασσαν καλεῖται δε οὗτος καὶ Ξάνθος ⁑
Comments on 2.467
msA 2.571: ἡΰτε μυιάων: ἀπ άλλης ἀρχῆς τὴν παραβολὴν προοιστέον ἵνα ὑποστίζωμεν ἐπι τὸ δεύει τῆς ἀνταποδιδομένης τῷ ηΰτε λέξεως ἀνακολούθως ἐχούσης ὡς ἐν τῇ ὡς δ’ ὅτ’ ἐν ουνὠ ἄστρα τόσσα μεσηγὺ νεῶν ⁑
Comments on 2.469-2.472
msA 2.572: τοὺς δ’ ὥς τ’ αἰπόλια: αἰπόλιαν τὸ τῶν αιγῶν ποίμνιον δὲ τὸ τῶν προβάτων συβόσιον δὲ τὸ τῶν χοίρων: βουκόλιον δὲ τὸ τῶν βοῶν: ἱπποφόρβιον δὲ τὸ τῶν ἵππων⁑
Comments on 2.474
msA 2.573: τοὺς δ’ ὥς τ’ αἰπόλια: αἰπόλιαν τὸ τῶν αιγῶν ποίμνιον δὲ τὸ τῶν προβάτων συβόσιον δὲ τὸ τῶν χοίρων : βουκόλιον δὲ τὸ τῶν βοῶν : ἱπποφόρβιον δὲ τὸ τῶν ἵππων ⁑
Comments on 2.474
msA 2.574: ὄμματα καὶ κεφαλὴν: γραφεις μὲν τὸ ἀληθὲς μεταδιώκουσι: τραγικοὶ δὲ τὸ σεμνότερον. κωμικοὶ δὲ τὸ έλασσον άπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστιν ὡς ἐπὶ Θερσίτου : καὶ τῷ δ’ ἔχεν Αὐτομέδων καὶ ἐπι Αγαμέμνονος νῦν καὶ ἱ¨κανὸν ἑνὶ θω εἰκάζειν αὐτὸν: ὁ δε τρεῖς εἴκασεν ἑκάστου τὸ διαπρεπὲς ἐκλεξαμενος τοῦ βασιλέως μὲν τὸ ἠγεμονικὸν καὶ ἐποπτικον ἐννοσιγαίου δὲ τὸ ἰσχυρὸν οῖς τὰ βάρη κατέχομεν: Ἄρεως δὲ τὰ μάλιστα ἐν πολέμῳ φαινόμενα: τὸ ἀξιωματικόν: τὸ γεραρὸν τὸ πολεμικόν⁑
Comments on 2.478-2.479
msA 2.576: ἔσπετε νῦν μοι Μοῦσαι ⁑ ὡς επι ἐργώδη καὶ θαυμασίαν περιπετειαν τὰς Μουσας παρακαλεῖ ὡς τὸν ἀκροατὴν δια τὸ μέγεθος ὄρεξιν ἔχειν καὶ συγγινώσκειν τοῖς ἐνδεεστερον λεγομένοις εὐτελίζων δε τὴν ἰδίαν φυσιν τὴν ἀπο τῶν ἀκουόντων ἐπεσπάσατο εὔνοιαν: ὁ δε λόγος εσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες ἀρχοὺς γὰρ νηῶν ἐρέω πληθὺν δ’ οὐκ ὰν εγὼ μυθήσομαι εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι ὑμῶν γάρ ἐστι τὸ ἔργον δια δε τοῦ εἰπεῖν φωνὴ δ’ ἄρρηκτος δηλοῖ ὅτι σῶμα ἡ φωνη:
Comments on 2.484-2.487
msA 2.577: ἔσπετε νῦν μοι Μοῦσαι ⁑ τὸ ἑξῆς ἐστιν ἔσπετε οἵ τινες : τὰ δε λοιπὰ δια μέσου καὶ διασταλτέον μὲν επι τὸ ἔχουσαι ἀνυποκρίτως δὲ στίζεται ἐπι τὸ ἑστέ καὶ πάρεστε : καὶ πάντα : καὶ ἀκούομεν καὶ ἴδμεν . δύναται δὲ καὶ στίζεσθαι κατα τὸ τέλος ὁ πρῶτος στίχος καὶ ὁ δεύτερος ἵνα ἕκαστον ᾖ καθ εαυτὸ καὶ συνάπτηται: οὐδέ τι ἴδμεν οἵ τινες ἡγεμόνες περισσεύοντος τοῦ τί μορίου πρότερον γὰρ ἐπεῖχε τινὰ χώραν⁑
Comments on 2.484-2.487
msA 2.578: ὑμεῖς γὰρ θεαί ἐστε: ὅτι τινὲς γράφουσι πάρηστε οἷον κατ εκεῖνον τὸν χρόνον βελτιον δὲ καθολικῶς ἐπι πάντων⁑
Comments on 2.485
msA 2.579: οὐδέ τι ἴδμεν οἴτινες ἠγεμόνες⁑ εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας πῶς ὑποκατιών φησὶν ἀρχοὺς αὖ νηῶν ἐρέω : στικτέον οὖν εἰς τὸ ἴ¨δμεν καὶ τὸν λόγον οὕτως ἐκδεκτέον: δύο ὑποτίθεται ὦν τὸ μὲν μηδε όλως δύνασθαι δια τὸ πλῆθος εἰπεῖν: τὸ δε δύνασθαι μέν χρήζειν δὲ τῆς τῶν Μουσῶν συμμαχίας ἔστιν οὖν τὸ πᾶν ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες ἀρχοὺς αὖ νηῶν ἐρέω νῆὰς τε προπάσας πληθὺν δ’ οὐκ ὰν ἐγὼ μυθήσομαι εἰ μη αὖται αἱ Μούσαι δι εαυτῶν εἴποιεν: τὸ δὲ ὑμεῖς γὰρ θεαί ἐστε ἐμεσολάβησε τοῦ ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ προς τὰς Μουσας ἀπερεῖσαι τὸν λόγον⁑
Comments on 2.486-2.493
Scholia group: msAim
msAim 2.580: κατ εξοχὴν τῶν ἄλλων ὡρῶν⁑
Comments on 2.471
msAim 2.581: τὸ ομοίος καὶ ἴσως καὶ τὸ ΐκελος δοτικῇ συντάσσεται⁑
Comments on 2.478
Scholia group: msAint
msAint 2.582: πλατέα μεγάλα ἡ ὅτι ἐν διάστήματι καὶ πλάτει νέμονται αἱ αῖγες⁑
Comments on 2.474
Scholia group: msAext
msAext 2.583: γεινεται ὤρη
Comments on 2.468
msAext 2.584: ρομένησι
Comments on 2.481
previous | next |
---|---|
msA 33r | msA 34r |