Venetus A (Marciana 454 = 822), folio 33, recto
previous | next |
---|---|
msA 32v | msA 33v |
Iliad text (25 lines)
Iliad 2.438: λαὸν, κηρύσσοντες. ἀγειρόντων κατὰ νῆας:
Commented on by msAim 2.559
Iliad 2.439: ἡμεῖς δ’ ἀθρόοι ὧδε, κατα στρατὸν εὐρὺν Ἀχαιῶν .
Commented on by msAint 2.561
Iliad 2.440: ἴ̈ομεν: ὄφρά κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα :
Commented on by msAim 2.560
Iliad 2.441: ὡς ἔφατ’. οὐδ’ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων :
Iliad 2.442: αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
Iliad 2.443: κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς :
Iliad 2.444: οἱ μὲν ἐκήρυσσον. τοὶ δ’ ἠγείροντο μᾶλ’ ὦκα:
Iliad 2.445: οἱ δ’ ἀμφ’ Ἀτρείωνα διοτρεφέες βασιλῆες
Iliad 2.446: θῦνον κρίνοντες. μετὰ δὲ γλαυκῶπις Ἀθήνη
Commented on by msAint 2.562, msA 2.546
Iliad 2.447: αἰγίδ’ ἔχους’ ἐρίτιμον ἀγήραον ἀθανάτην τε:
Commented on by msA 2.547, msAil 2.566
Iliad 2.448: τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται
Commented on by msAint 2.563, msA 2.549
Iliad 2.449: πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος:
Commented on by msA 2.552
Iliad 2.450: σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν .
Commented on by msAint 2.564, msAint 2.565, msA 2.548
Iliad 2.451: ὀτρύνους’ ϊέναι: ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
Iliad 2.452: καρδίῃ: ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι:
Commented on by msA 2.550
Iliad 2.453: τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’. ἠὲ νέεσθαι
Iliad 2.454: ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν:
Iliad 2.455: ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
Iliad 2.456: οὔρεος ἐν κορυφῇς. ἕκαθεν δέ τε φαίνεται αὐγή.
Iliad 2.457: ὡς τῶν ἐρχομένων. ἀπὸ χαλκοῦ θεσπεσίοιο
Iliad 2.458: αἴγλη παμφανόωσα, δι’ αἰθέρος οὐρανὸν ἷ̈κεν:
Commented on by msA 2.554
Iliad 2.459: Τῶν δ`’ ὥς τ’ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ.
Iliad 2.460: χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
Iliad 2.461: Ἀσίω ἐν λειμῶνι καϋστρίου ἀμφὶ ῥέεθρα
Iliad 2.462: ἔνθα καὶ ἔνθα ποτῶνται: ἀγαλλόμενα πτερύγεσσιν:
Commented on by msA 2.557, msAext 2.567
Other texts (17 passages)
Scholia group: msA
msA 2.546: μετὰ δὲ γλαυκῶπις Ἀθήνη : λείπει τὸ ἦν αὐτοτελὲς ῥῆμα δι’ὃ καὶ στικτέον ἐπι τὸ κρίνοντες : εἰ δέ τις κοινὸν λαμβάνοι τὸ ἔθυνεν ἀπο τοῦ θῦνον συναπτέον τοῖς ἐπάνω:
Comments on 2.446
msA 2.548: συν τῇ παιφάσουσα: ἑκατέρω δύναται προσδίδοσθαι καὶ λόγον ἔχει ἀμφότερα⁑
Comments on 2.450
msA 2.549: ἠερέθονται: αἰωροῦνται παράγωγον δέ ἐστι τοῦ ἀείρω ὡς τοῦ ἀγείρω τὸ ἠγερέθονται : Ζηνόδοτος δὲ γράφει παρατατικῶς ἠερέθοντο ὅπερ οὐχ ἁρμόζει ἐπι ἀθανάτων⁑
Comments on 2.448
msA 2.550: καρδίῃ ἄλληκτον ἐπι τὸ καρδίη βραχὺ διασταλτέον ἔχει δὲ λόγον καὶ ἐπι τὸ ἄλληκτον διαστέλλειν ἵν σθενος ἄληκτον ⁑
Comments on 2.452
msA 2.551: τοῖσι δ’ άφαρ πολεμος: ὅτι προ τῆς Ἀγαμέμνονος ἀριστείας οὐκ ὀρθῶς φέρονται. διαστολὴ δὲ βραχεῖα ἐπι τὸ γένετ’ ἐπεὶ μέρος ἐστι περιόδου⁑
Comments on 2.453-2.454
msA 2.552: ἑκατόμβοιος: ἑκατὸν βοῶν τιμῆς ἄξιος ἠ ἑκατὸν χρυσὸν νομισμάτων οἱ γὰρ ἀρχαῖοι ὑπερτιμῶντες τὸ ζῷον τὸν βοῦν δια πολλὰ μὲν καὶ ὅτι ϊερόν ἐστιν. ἐνεχάραττον τῳ μὲν ἑνὶ μέρει τοῦ νομίσματος βοῦν: τῷ δὲ ἑτέρῳ τὸ τοῦ βασιλέως πρόσωπον⁑
Comments on 2.449
msA 2.553: ἠΰτε πῦρ ἀΐδηλον: νῦν μάλιστα ἡ δύναμις τοῦ ποιητοῦ ὅτε καθ έκαστον πρᾶγμα διαφόρων εἰκόνων εὐπορεῖ πρώτη δὲ εἰκῶν ἡ ἀπο τῆς τῶν ὅπλων λαμπηδόνος μεγεθύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ καὶ τῷ όρει ἔνθα καταιγίδες εἰσὶ καὶ τῆς κορυφῆς δι’ὃ θαρρῶν ἐπάγει ἔκαθεν δέ τε φαίνεται αὐγή ⁑
Comments on 2.455-2.456
msA 2.554: αἴγλη παμφανόωσα: ὅτι καθ Ὅμηρον πρῶτος ἀπο γῆς ἐστιν ὁ ἀηρ εῖτα μετὰ τὰ νέφη αἰθηρ ὃν καὶ ὁμονύμως τῷ στερεμνίῳ οὐρανὸν καλεὶ⁑
Comments on 2.458
msA 2.555: Ἀσίω ἐν λειμῶνι: Ἰωνικὴ γενικὴ παθοῦσα τὸ γὰρ ὑγιές ἐστιν Ἀσίεω ὡς Ἀτρείδεω δι’ὃ χωρὶς τοῦ ϊ ⁑
Comments on 2.461
msA 2.556: Ἄσιος υἱὸς Κότυος καὶ Μυιοῦς Λυδῶν βασιλεὺς ὥς φησὶ Χριστόδωρος ἐν τοῖς Λυδιακοῖς Κότυς λευκώλενον ἄλλην ἤγετο κουριδίην ὁμοδεμνιον οὔνομα Μυιοῦν ἢ δ’ Ἀσίην τέκε κοῦρον ⁑
Comments on 2.461
msA 2.557: ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα: οὕτως χωρὶς τοῦ ϊ ἀγαλλόμενα Ἀρίσταρχος ἵν ᾖ τὰ ἔθνη ἀγαλλόμενα ἔνιοι δὲ προστιθέασι τὸ ϊ προς τὸ ὀρνίθων ἀνάγοντες τὸ ἀγαλλόμεναι καὶ λόγου τινὸς ἔχονται⁑
Comments on 2.462
msA 2.558: ἀπο τοῦ Ἀσίου τοῦ Κότυος βασιλέως Λυδίας Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος ὃς ἐν Ασκάλωνι ἔγημεν τὴν Δερκετὼ καὶ ἐξ αυτῆς ἔσχεν τὴν Σεμείραμιν : ἡ δε Δερκετὼ παρα Σύροις καλεῖται Ἀτάρκατις ⁑
Comments on 2.461
Scholia group: msAint
msAint 2.561: δασύνειν δὲ καὶ παροξύνειν τὸ αθρ ἐνθάδε
Comments on 2.439
msAint 2.562: ἵ¨να μὴ απιστοῖτο τὸ τάχος, την θεον παρέλαβεν: καὶ ὡς ἄξια τῆς θεοῦ μελλόντων αυτῶν κατορθοῦν
Comments on 2.446
msAint 2.563: ἀντὶ πολλοί : ἢ τῶ αριθμῷ, πίστιν πεπόρισται:
Comments on 2.448
msAint 2.564: πάντη τὰ φάη ἀΐσσουσα:
Comments on 2.450
msAint 2.565: φῶ το φαίνω : ἀναδιπλασιασμὸς πεφασσω : καὶ πλεονα παιφασσω . οἱονεὶ φανερῶ : ὡς πταίνω παπταίνω : πάσσω πάλη . παιπάλη :
Comments on 2.450
previous | next |
---|---|
msA 32v | msA 33v |