Venetus A (Marciana 454 = 822), folio 32, verso
previous | next |
---|---|
msA 32r | msA 33r |
Iliad text (25 lines)
Iliad 2.413: μὴ πρὶν ἐπ’ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν.
Iliad 2.414: πρίν με καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
Iliad 2.415: αἰθαλόεν: πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα:
Commented on by msAint 2.541, msA 2.528, msAil 2.543
Iliad 2.416: Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
Iliad 2.417: χαλκῷ ῥωγαλέον: πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι
Commented on by msA 2.529
Iliad 2.418: πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν:
Commented on by msAint 2.542
Iliad 2.419: ὡς ἔφατ’. οὐδ’ ἄρα πώ οἱ, ἐπεκραίαινε Κρονίων :
Iliad 2.420: ἀλλ’ ὅ γε δέκτο μὲν ϊρὰ. πόνον δ`’ ἀμέγαρτον ὄφελλεν.
Commented on by msA 2.530
Iliad 2.421: αὐτὰρ ἐπεί ρ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο.
Iliad 2.422: αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν: καὶ ἔδειραν:
Commented on by msA 2.531
Iliad 2.423: μηρούς τ’ ἐξέταμον, κατά τε κνίσῃ ἐκάλυψαν
Iliad 2.424: δίπτυχα ποιήσαντες. ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν:
Commented on by msA 2.532
Iliad 2.425: καὶ τὰ μὲν ὰρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον:
Iliad 2.426: σπλάγχνα δ’ ἂρ ἀμπείραντες. ὑπείρεχον Ἡφαίστοιο :
Iliad 2.427: αὐτὰρ ἐπεὶ κατα μῆρ’ ἐκάη καὶ σπλάγχν’ ἐπάσαντο.
Commented on by msA 2.533, msAim 2.539
Iliad 2.428: μίστυλλόν τ’ άρα τ’ ἄλλα καὶ ἀμφ οβελοῖσιν ἔπειραν.
Iliad 2.429: ὤπτησάν τε περιφραδέως. ἐρύσαντό τε πάντα:
Iliad 2.430: αὐτὰρ ἐπεὶ παύσαντο πόνου. τετύκοντό τε δαῖτα.
Iliad 2.431: δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης:
Iliad 2.432: αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο.
Iliad 2.433: τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱ̈ππότα Νέστωρ :
Iliad 2.434: Ἀτρείδη : κύδιστε: ἄναξ ἀνδρῶν Ἀγάμεμνον :
Iliad 2.435: μηκέτι νῦν δηθ`’ αὖθι λεγώμεθα. μηδέτι δηρὸν
Commented on by msA 2.534, msA 2.535, msAil 2.544, msAil 2.545, msAim 2.540
Iliad 2.436: ἀμβαλλώμεθα ἔργον. ὃ δὴ θεὸς ἐγγυαλίζει:
Commented on by msA 2.537
Iliad 2.437: ἀλλ’ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
Other texts (12 passages)
Scholia group: msA
msA 2.530: ἀλλ ὅ γε δέκτο μὲν ϊρὰ πόνον δ’ αλίαστον: τοῦτο καὶ λέξις ὑπόκειται δια τοῦ α τῶν ὑπομνημάτων καὶ ἐστιν ἐμφατικωτέρα. οὐ χεῖρον δ’ ἂν εἴη τὴν ἐκλογὴν ἐκθεῖναι: ἀλλ ὅ γε δέκτο μὲν ϊρὰ πόνον δ’ ἀλίαστον ὄφελλεν : οἷον αἴσια ἐσήμαινε ὥστε λεγείν τοὺς μάντεις ὅτι δέδεκται τοιοῦτον μέντοι πόνον αὐτὸς ηὗξεν ὃν οὐκ ἂν ἐκκλίνειεν γελοῖον γὰρ ἂν ἦν εἰ μη εποίει τοῦτο⁑
Comments on 2.420
msA 2.531: αὐ έρυσαν: ὅτι τὸ αὐ έρυσαν ἀντὶ εἰς τοὐπίσω ἀνέκλασαν ὃ ποιοῦσιν οἱ σφάζοντες⁑
Comments on 2.422
msA 2.532: δίπτυχα ποιήσαντες: πρὸς τὸ ὠμοθέτησαν ὅτι ἐστὶν ἀπο τῶν μελῶν τῶν ὤμων ἀπάρξασθαι καὶ εἰς τὸν ἐπίπλουν ἐνθέντας ἱερεῦσαι⁑
Comments on 2.424
msA 2.533: αὐτὰρ ἐπεὶ κατα μῆρ’ ἐκάη: Πτολεμαῖος ἀπο τοῦ κ τὴν ἀρχὴν ποιεῖται μῆρε παραλαμβάνων εἶτα κάη ἵνα φησὶν Ϊωνικώτερον γένηται : τοῦτο δὲ οὐ συνεκτικὸν ὥσπερ εἶπον ἐντελῶς ὁπότε διέλαβον ἐπι τοῦ ἠ ει δη ποτέ τοι κατα πίονα μηρι’ ἔκηα εἴ γε ἤδη οιδε κάη τὰ μῆρα: μῆρα δὲ κείαντες ⁑
Comments on 2.427
msA 2.534: μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα⁑ οὕτως αἱ Ἀριστάρχου λέξεις εκ τοῦ τῆς Ἰλιάδος δηθὰ πολὺν χρόνον, αῦθι: αὐτοῦ λεγώμεθα συναθροιζόμεθα ὁ δε λόγος τοιοῦτος: μηκέτι νῦν ἐπι πολὺν χρόνον αὐτοῦ συνηθροισμενοι μένωμεν: Ζηνόδοτος δὲ ποιεῖ μηκέτι νῦν ταῦτα λεγώμεθα . Καλλίστρατος δὲ ἐν τῷ α Περι Ἰλιάδος οὕτως προφέρεται μὴκετι δὴ νῦν αὖθι λεγώμεθα καὶ ἔστιν εὐφραδὴς μᾶλλον ἀλλ ουκ Ἀριστάρχειος ταῦτα ὁ Δίδυμος ⁑
Comments on 2.435
msA 2.535: μηκέτι νυν δήθ’ ὅτι Ζηνοδ γράφει ει ταῦτα λεγώμεθα : ὁ δε Ὅμηρος εἴωθε λέγειν: ὅτἂν πολλὰ προειρημένα ἢ ὡς ἐπ’ Αἰνείου καὶ Ἀχιλλέως ἀλλ άγε μηκέτι ταῦτα λεγώμεθα ⁑
Comments on 2.435
msA 2.536: μηκέτι νῦν δήθ’ στρατηγικὴ παραγγελία χρόνου μὴ φείδεσθαι οὔτε γὰρ παρελθόντα ἀνακαλεῖσθαι οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα, ἐρωτηθεὶς γοῦν Ἀλέξανδρος πῶς τῆς Ἑλλάδος ἐκράτησεν μηδὲν ἀναβαλλόμενος εἶπεν⁑
Comments on 2.435-2.436
msA 2.537: ὃ δὴ θεὸς ἐγγυαλίξει: δια τοῦ ζ τὸ ἐγγυαλίζει αἱ Ἀριστάρχειοι καὶ Ἀπολλώνιος δὲ ὁ Ρόδιος ὁμοίως προφέρεται καὶ ἡ Ἀριστοφάνους ⁑
Comments on 2.436
Scholia group: msAim
msAim 2.539: Ἀρισταρχος Ϊακῶς πάσαντο ⁑
Comments on 2.427
msAim 2.540: ἀντὶ αναλεγώμεθα .
Comments on 2.435
Scholia group: msAint
msAint 2.541: μελαθρον
Comments on 2.415
Scholia group: msAil
msAil 2.543: λ ὑπὸ
Comments on 2.415
previous | next |
---|---|
msA 32r | msA 33r |