Venetus A (Marciana 454 = 822), folio 32, recto
previous | next |
---|---|
msA 31v | msA 32v |
Iliad text (25 lines)
Iliad 2.388: ἱ̈δρώσει μέν τευ τελαμὼν ἀμφι στήθεσφιν
Commented on by msA 2.517, msAim 2.527
Iliad 2.389: ἀσπίδος ἀμφιβρότης. περ δ’ ἔγχεϊ χεῖρα καμεῖται:
Iliad 2.390: ἱ̈δρώσει δέ τευ. ἵππος ἐΰξοον ἅρμα τιταίνων:
Iliad 2.391: ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
Iliad 2.392: μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν. οὔ οἱ ἔπειτα
Iliad 2.393: ἄρκιον ἐσσεῖται: φυγέειν κύνας ἠδ`’ οἰωνούς:
Iliad 2.394: ὡς ἔφατ’: Ἀργεῖοι δὲ, μέγ’ ΐαχον. ὡς ὅτε κῦμα
Iliad 2.395: ἀκτῇ ἐφ’ ὑψηλῇ. ὅ, τε κινήσῃ Νότος ἐλθών
Iliad 2.396: προβλῆτι, σκοπέλῳ: τὸν δ`’ οὔ ποτε κύματα λείπει
Iliad 2.397: παντοίων ἀνέμων, ὅτ’ ὰν ἔνθ’ ἢ ἔνθα γένωνται:
Iliad 2.398: ἀνστάντες δ’ ὀρέοντο. κεδασθέντες κατὰ νῆας:
Iliad 2.399: κάπνισάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο:
Iliad 2.400: ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων.
Iliad 2.401: εὐχόμενος θάνατόν τε φυγεῖν. καὶ μῶλον Ἄρηος :
Iliad 2.402: αὐτὰρ ὃ, βοῦν ἱ̈έρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
Iliad 2.403: πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι :
Iliad 2.404: κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν :
Iliad 2.405: Νέστορα μὲν πρώτιστα. καὶ Ἰ̈δομενῆα ἄνακτα:
Iliad 2.406: αὐτὰρ ἔπειτ’ Αἴαντε δύω. καὶ Τυδέος υἱόν:
Iliad 2.407: ἕκτον δ’ αὖτ’ Ὀδυσῆα Διῒ μῆτιν ἀτάλαντον:
Iliad 2.408: αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος .
Iliad 2.409: ᾔδεε γὰρ κατὰ θυμὸν, ἀδελφεὸν ὡς ἐπονεῖτο:
Commented on by msA 2.525
Iliad 2.410: βοῦν δὲ περιστήσαντο. καὶ οὐλοχύτας ἀνέλοντο:
Iliad 2.411: τοῖσιν δ`’ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων :
Iliad 2.412: Ζεῦ κύδιστε: μέγιστε: κελαινεφὲς. αἰθέρι ναίων:
Commented on by msA 2.526
Other texts (2 passages)
Scholia group: msA
msA 2.518: ἀσπίδος ἀμφιβρότης: ὅτι περιφερεὶς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες⁑
Comments on 2.389
msA 2.519: ἀμφιβρότης: ἐν τῇ συνθ προσλαμβάνει τὸ βροτός ὡς κεχρεωστημε τοῦτο δὲ οὐχ οὕτως:
Comments on 2.389
previous | next |
---|---|
msA 31v | msA 32v |