Venetus A (Marciana 454 = 822), folio 31, verso

previousnext
msA 31rmsA 32r

Iliad text (25 lines)


Iliad 2.363: ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ: φῦλα δὲ φύλοις:


Iliad 2.364: εἰ δέ κεν ὡς έρξῃς. καί τοι πείθονται Ἀχαιοί ,


Iliad 2.365: γνώσῃ ἔπειθ’. ὅς θ’ ἡγεμόνων κακὸς. ὅς τέ νυ λαῶν.


Iliad 2.366: ἢδ’ ὅς κ’ ἐσθλὸς ἔῃσι. κατα σφέας γὰρ μαχέονται:


Iliad 2.367: γνώσεαι δ’ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις


Iliad 2.368: ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο:

Commented on by msA 2.504, msA 2.505


Iliad 2.369: τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων .


Iliad 2.370: ῆ μὰν αὖτ’ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν :


Iliad 2.371: αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον .

Commented on by msA 2.506


Iliad 2.372: τοιοῦτοι, δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν :


Iliad 2.373: τῶ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος

Commented on by msA 2.507, msAim 2.514


Iliad 2.374: χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε:

Commented on by msA 2.508


Iliad 2.375: ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκεν.


Iliad 2.376: ὅς με μετ’ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει:


Iliad 2.377: καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα κούρης

Commented on by msAim 2.515


Iliad 2.378: ἀντιβίοις ἐπέεσσιν. ἐγὼ δ’ ἦρχον χαλεπαίνων:


Iliad 2.379: εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα


Iliad 2.380: Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν.

Commented on by msA 2.509


Iliad 2.381: νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα :

Commented on by msA 2.510


Iliad 2.382: εὖ μέν τις δόρυ θηξάσθω. εὖ, δ’ ἀσπίδα θέσθω:

Commented on by msA 2.511


Iliad 2.383: εὖ, δέ τις ἵ̈πποισιν δεῖπνον δότω ὠκυπόδεσσιν:


Iliad 2.384: εὖ, δέ τις ἅρματος ἀμφὶς ἰ̈δὼν, πολέμοιο μεδέσθω:


Iliad 2.385: ὥς κε, πανημέριοι στυγερῷ κρινώμεθ’ Ἄρηϊ :

Commented on by msA 2.512, msA 2.513


Iliad 2.386: οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ’ ἠβαιὸν.


Iliad 2.387: εἰ μὴ νὺξ ἐλθοῦσα διακρίνει μένος ἀνδρῶν:

Commented on by msAext 2.516


Other texts (13 passages)


Scholia group: msA

msA 2.504: ἢ ἀνδρῶν κακότητι Πτολεμαῖος περισπᾷ τὸν ἦ διαπορητικὸν ἐκδεχόμενος εἰσὶ δὲ οἳ ὀξύνουσιν ὥσπερ καὶ οἱ περι τὸν Ἀλεξίωνα ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν η :

Comments on 2.368


msA 2.505: καὶ ἀφραδίη πολέμοιο ἐζήτηται δια τί ταύτην τὴν τάξιν προ πολλοῦ μὴ ὑπετίθετο ὁ Νέστωρ ἤτοι ὅτι πάλαι μὲν Ἀχιλλεὺς φιλόσοφος ὣν τῶν Ἑλλήνων ἤρκει προσ τὸ συνέχειν τοὺς βαρβάρους καὶ καλῶς ἐκείνῳ θαρρῶν οὐκ εποίει τοῦτο νῦν δὲ αὐτοῦ μηνιόντος εἰκότως ἀσφαλευτέραν διάταξιν εἰσάγει⁑

Comments on 2.368


msA 2.506: αἲ γὰρ Ζεῦ τε περ καὶ Ἀθηναίη : ἐντεῦθεν τινὲς ὀνομάζουσιν Ἀθηναῖον γεγονέναι τὸν ποιητὴν τὸ γὰρ Ἀθηναίη Ἀττικὸν καὶ ἴδιον εἶναι τὸν όρκον φασὶ τῶν Ἀθηναίων ⁑

Comments on 2.371


msA 2.507: τῶ κε τάχ᾽ ἠμύσειε: τὸ τῶ πολλὰ σημ ἐπι μὲν τοῦ τοιούτου περισπᾶται καὶ τὸ ϊ οὐκ ἔχει⁑

Comments on 2.373


msA 2.508: ἁλοῦσα τε περθομένη τε: ἐζητηται δια τί Ὀδυσσέως κατασχόντος διαλόγον τοὺς όχλους καὶ τοιοῦτον πρᾶγμα συνετὸν καὶ σπουδαῖον ποιήσαντος, ὁ βασιλεὺς, νῦν δύναμιν ἐν τῶ λέγειν δύναμιν προσμαρτυρεῖ ἤτοι ὅτι ὡς δυναμικωτέρῳ προκατειλημμένων τῶν ἐπιχειρημάτων Ἀθηνᾶ τε καὶ Ὀδυσσεῖ ὅμως εὐπορῆσαι λόγον: ἠ ὅτι ὁ μὲν μόνον ὠνείδισεν: Νέστωρ δὲ συν τῇ διατάξει καὶ συμβουλίᾳ καὶ τὰς ἀστραπὰς εἶπεν βεβαιότερον γὰρ νίκης φῶς⁑

Comments on 2.374


msA 2.509: οὐδ’ ἠβαιον: οἱ μὲν τὸ πληρες φασὶ βαιόν οἱ δε ηβαιόν : ἐστι δὲ εἰπεῖν ὅτι παρὰ μὲν τῷ ποιητῇ ἀπο τοῦ η ποιεῖν τὴν ἀρχὴν, ἀεὶ ἐλθόντες δ’ ἠβαιόν παρα μέντοι τοῖς νεωτέροις δισσῆ ἡ χρῆσις βαιὸν ὑπερ Ποταμοῖο καὶ Καλλίμαχος δὲ ἠβαιὴν οὔτι κατὰ πρόφασιν ⁑

Comments on 2.380


msA 2.510: νῦν δ’ ἔρχεσθ’ ἐπι δειπνον. δειπνον τὸ εωθινὸν ἄριστον ὃ δι ανάγκην προ τοῦ δέοντος ποιοῦνται δόρπον δὲ τὸ εσπερινόν δοροπόν τι ὢν τὸ μετα τὴν παῦσιν τῶν δοράτων διδόμενον. τὸ δὲ δεῖπνον ἐσθ’ ότε πᾶσαν τροφήν: Αἰσχύλος δὲ κακῶς. ἄριστα δεῖπνα δόρπα θ’ αιρεῖσθαι⁑

Comments on 2.381


msA 2.511: εὖ μέν τις δόρυ. δύο συνέπλεξε σχήματα ὁμοιοτέλευτον καί ἐπαναφορὰν ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν λέξιν καταλῆγον δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων⁑

Comments on 2.382


msA 2.512: ὥς κε πανημέριοι: ὅτι παρεληλυθυίας λέγει τῆς ἡμέρας ἤδη τὸ πανημέριοι ἐπι τοῦ ἀπολείποντος αὐτοῦ μέρους καὶ οὐ πάντως τὸ ἀπ ανατολῆς μέχρι δύσεως λέγει πρόπαν ῆμαρ ⁑

Comments on 2.385


msA 2.513: κρινώμεθ’ Ἄρηϊ τούτῳ τῷ ὀνόματι τετραχῶς κεχρηται ὁ ποιητής: ἐπι μὲν τοῦ πολέμου ὡς ἐνταῦθα: ἐπι δε τοῦ σιδήρου αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν καὶ ἐνθά δ’ ἔπειτ’ ἀφίειμένος ὄβριμον Ἄρης : ἐπι δε αὐτοῦ τοῦ θεοῦ οὕτως καὶ δ’ αύτ’ ἡκυμάμυια ἄγει βροτολοιγὸν Ἄρηα καὶ πάλιν ἐς δὲ Τρῶας Ἄρης κορυθαιόλος πόλεμον δέ: ἐπι δὲ τῆς πληγῆς. ἔνθα μάλιστα γίνεται Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν ⁑

Comments on 2.385


Scholia group: msAim

msAim 2.514: απο τῶν ὀφθαλμῶν οἳ σὺν τῷ μύειν τοῦ φωτὸς στερίσκονται⁑⁑

Comments on 2.373


msAim 2.515: δια τοῦ η αἱ Αριστάρχου καὶ ἔστιν ὁμοιον τῷ μαχήσονται περὶ σεῖο ⁑⁑

Comments on 2.377


Scholia group: msAext

msAext 2.516: διακρινέει

Comments on 2.387


previousnext
msA 31rmsA 32r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1