Venetus A (Marciana 454 = 822), folio 31, recto
previous | next |
---|---|
msA 30v | msA 31v |
Iliad text (25 lines)
Iliad 2.338: νηπιάχοις. οἷς οὔ τι μέλει πολεμήϊα ἔργα
Iliad 2.339: πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν:
Iliad 2.340: ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν.
Commented on by msA 2.483
Iliad 2.341: σπονδαί τ’ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν:
Commented on by msA 2.486
Iliad 2.342: αύτως γάρ ῥ’ ἐπέεσσ’ ἐριδαίνομεν, οὐδέ τι μῆχος
Iliad 2.343: εὑρέμεναι δυνάμεσθα: πολὺν χρόνον ἐνθάδ’ ἐόντες:
Iliad 2.344: Ἀτρείδη : σὺ δέ θ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
Iliad 2.345: ἄρχευ, Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας:
Iliad 2.346: τοῦσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο: τοί κεν, Ἀχαιῶν
Commented on by msAint 2.500, msA 2.489
Iliad 2.347: νόσφιν βουλεύωσ’. ἄνυσις δ`’ οὐκ ἔσσεται αὐτῶν
Commented on by msA 2.487, msAim 2.498
Iliad 2.348: πρὶν Ἄργος δ’ ϊέναι. πρὶν καὶ Διὸς αἰγιόχοιο
Commented on by msA 2.488
Iliad 2.349: γνώμεναι. εἴ τε ψεῦδος ὑπόσχεσις, εἴ τε καὶ οὐκί:
Iliad 2.350: φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
Iliad 2.351: ἤματι τῷ, ὅτε, νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
Commented on by msAext 2.503
Iliad 2.352: Ἀργεῖοι : Τρώεσσι φόνον καὶ κῆρα φέροντες:
Iliad 2.353: ἀστράπτων ἐπιδεξὶ’, ἐναίσιμα σήματα φαίνων:
Iliad 2.354: τῶ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι.
Iliad 2.355: πρίν τινα παρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι.
Commented on by msAil 2.502
Iliad 2.356: τίσασθαι δ`’ Ἑλένης ὁρμήματά τε στοναχάς τε:
Iliad 2.357: εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι,
Iliad 2.358: ἁπτέσθω ἧς, νηὸς ἐϋσσέλμοιο μελαίνης.
Iliad 2.359: ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ:
Iliad 2.360: ἀλλὰ ἄναξ. αὐτός τ’ εὖ, μήδεο: πείθεό τ’ ἄλλῳ:
Commented on by msAint 2.501
Iliad 2.361: οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττι κεν εἴπω:
Iliad 2.362: κρῖν’ ἄνδρας κατα φῦλα, κατα φρήτρας Ἀγάμεμνον .
Other texts (20 passages)
Scholia group: msA
msA 2.483: ‡ πῃ δὴ συνθεσίαι τε: τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται τοῦ ἁπῆλθον αἱ συνθήκαι καὶ τὰ ὅρκια σπονδαί τε καὶ δεξιαὶ ἵν ᾖ καὶ τὸ βήσετε ἀντι τοῦ ἔβησαν καὶ τὸ γενοίατο ἀντι τοῦ γένοιτο : καὶ τὸ ἐριδαίνομεν ἀντι παρῳχημένου ἵν ἥ μάχην εφιλονείκουν ἐν λόγοις μόνον ὑπισχνούμενοι καὶ τὸ ἀγοράασθε ἀντι τοῦ ἠγοράασθε τότε ὅτε συνετίθεσθαι τῶ Ἀγαμέμνονι
Comments on 2.340
msA 2.485: πῇ δὴ συνθεσίαι τε: τῶν ἐκ τῆς Ἑλλάδος ἀρίστων ἐπι μνηστείαν τῆς Ἑλένης παρόντων δια γενόμενος καὶ τὸ κάλλος Τυνδάρεως ὁ πηρ αὐτῆς ὥς τινες φασὶ φυλασσόμενος μή ποτε ἕνα αὐτὸν προκρίνας τοὺς ἄλλους ἐχθροὺς ποιήσῃται: κοινὸν αὐτὸν ἔλαβεν όρκον ἠ μῆν τῷ ληψομένω τὴν παῖδα ἀδικουμένῳ περι αυτὴν σφόδρα πάντας ἐπαμύνειν: διὅπερ Μενελάῳ αὐτὴν ἐκδίδωσιν: καὶ μετ ου πολὺ ἁρπασθείσης αὐτῆς ὑπο Ἀλεξανδρου ἐκοινώνησαν τῆ στρατείᾳ δια τοὺς γενομένους όρθρους ἡ ἱστορία παρὰ Στησχόρω ⁑
Comments on 2.339
msA 2.486: σπονδαί τ’ ἄκρητοι: ὅτι ὅταν λέγῃ ἐν ἄλλοις κρητῆρι δὲ οἶνον μίσγον οὐ σημαίνει τὸ ὕδατι κιρνασθαι ἀλλα τῶν τῶν Τρῶων καὶ τῶν Αχαιῶν μίσγον⁑
Comments on 2.341
msA 2.487: ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν: ἐντελῆς δὲ πρᾶξις οὐ γενήσεται αὐτῶν ὥστε προ τοῦ δέοντος χρόνου πορευθῆναι ἡμᾶς εἰς τὴν Πελοπόννησον πρὶν γνῶμεν τὴν Διὸς γνώμην: τὸ δὲ α προ τοῦ ν ψιλοῦται πλὴν τοῦ ἁνδάνω ⁑
Comments on 2.347
msA 2.488: πρὶν Ἄργος δ’ ϊέναι: ἀμφιβολος ὁ λόγος διαστελλόντων ἡμῶν ἐπι τὸ αυτὸ ἠ συναπτόντων μέχρι τοῦ ϊέναι ἤτοι γὰρ ὃ λέγει τοῦτό ἐστιν: οὐδὲν ἐπινοήσουσιν ὥστε ὑποστρέψαι αὐτοὺς πρὶν τέλος ποιήσασθαι τοῦ πολέμου. ἠ τοῦτο ‘ἀνύσουσι δὲ οὐδεν πρὶν ὑποστρέψαι τὲ ἡμᾶς καὶ πρὶν τέλος εὑρέσθαι τοῦ πολέμου ἀντεστραμμένου τοῦ λόγου⁑
Comments on 2.348
msA 2.489: ἕνα καὶ δύο: εὐφυέστερον αἰνίττεται Ἀχιλλέα καὶ Πάτροκλον : ἕτεροι δὲ ἕνα καὶ δύο ἀντι τοῦ Θερσίτην καὶ ἕτερον τοιουτον⁑
Comments on 2.346
msA 2.490: γνώμεναι εἴ τε ψεῦδος ὅτι δια τοῦ κ καὶ οὐ δια τοῦ χ :
Comments on 2.349
msA 2.491: εἴτε ψευδος ὑπόσχεσις: ταῦτα παρα τοῖς Στωϊκοῖς λεκτὰ καλοῦνται τὰ προς τὴν σημασίαν φερόμενα: ψευδος τὸ επαγγελμα⁑
Comments on 2.349
msA 2.492: αστράπτον ἐπιδεξι’, ὅτι ἀκατα˙λλήλως θέλει γὰρ κατανεῦσαι ἀστράπτοντα διασταλτέον δὲ βραχὺ ἐπιδεξι’ ἀσύνδετος γὰρ ὁ λόγος λείποντος τοῦ και καὶ ἀστράπτων καὶ φαῖνων ⁑
Comments on 2.353
msA 2.493: πριν τινα περ Τρώων οὕτως Ἀρίσταρχος δια τοῦ ε καὶ τὰ ὑπομνήματα:
Comments on 2.353
msA 2.494: τίσασθαι δ’ Ἑλένης: προς τοὺς Χωρίζοντας ἔφασαν γὰρ τὸν μὲν τῆς Ἰλιάδος ποιητὴν δυσανασχετοῦσαν συνιστάνειν καὶ στένουσαν δια τὸ βίᾳ ἀπῆχθαι ὑπο τοῦ Ἀλεξάνδρου τὸν δε τῆς Ὀδυσσείας ἑκοῦσαν οὐ νοοῦντες ὅτι οὐκ έστιν επ αυτῆς ὁ λόγος ἀλλ’ έξωθεν πρόθεσιν τὴν περὶ δεῖ λαβεῖν ἵ¨ν ᾖ περι Ἑλένης . καὶ ἐστιν ὁ λόγος τιμωρίαν λαβεῖν ἀνθ ῶν ἐστενάξαμεν καὶ ἐμεριμνήσαμεν περι Ἑλένης παραλειπτικὸς γὰρ προθέσεων ἐστιν ὁ ποιητής⁑
Comments on 2.356
msA 2.495: ὁρμήματα. μεριμνήματα ὡς αὐτῆς ἀκουσίως παρα τοῖς πολεμίοις οὔσης ἵνα ἀξιόχρεως ἦ βοηθεῖσθαι⁑
Comments on 2.356
msA 2.496: θάνατον καὶ πότμον: εὐθὶς προπάντων εκεῖνος ἐπὶ θάνατον ἔλθῃ καὶ ἀναπληρώσῃ τὴν εἰμαρμένην⁑
Comments on 2.359
msA 2.497: ἀλλὰ ἄναξ: αὐτος τ’ εῦ: ἀποστρέφει τὸν λόγον ἀπο τῶν Ἑλλήνων προς τὸν Ἀγαμέμνονα καὶ καλεῖται τὸ σχῆμα ἀποστροφή⁑
Comments on 2.359
Scholia group: msAim
msAim 2.498: ὅτι βουλεύωσιν αἱ Αριστάρχου :
Comments on 2.347
msAim 2.499: διασταλτεον επι τὸ Κρονίω ν επι δε τὸ φεροντες ὑποστιγμη⁑
Comments on 2.350-2.352
Scholia group: msAint
msAint 2.500: ἕν ἐστι τὸ τοῦσδε διὸ προπερισπαστέον:⁑
Comments on 2.346
msAint 2.501: τὸ σχημα ἀποστροφη⁑
Comments on 2.360
Scholia group: msAil
msAil 2.502: ἀντὶ Τρῶος
Comments on 2.355
Scholia group: msAext
msAext 2.503: ἐπωκυποροισιν
Comments on 2.351
previous | next |
---|---|
msA 30v | msA 31v |