Venetus A (Marciana 454 = 822), folio 30, verso
previous | next |
---|---|
msA 30r | msA 31r |
Iliad text (25 lines)
Iliad 2.313: ὀκτὼ: ἀτὰρ μήτηρ ἐνάτη ἦν; ἣ, τέκε τέκνα:
Iliad 2.314: ἔνθ’ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας.
Commented on by msA 2.468
Iliad 2.315: μήτηρ δ’ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα:
Iliad 2.316: τὴν δ’ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιᾰχυῖᾰν;
Iliad 2.317: αὐτὰρ ἐπεὶ κατὰ τέκν’ ἔφαγεν στρουθοῖο καὶ αὐτήν,
Iliad 2.318: τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς. ὅς περ ἔφηνε:
Commented on by msA 2.471
Iliad 2.319: λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω:
Commented on by msAim 2.479
Iliad 2.320: ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη:
Commented on by msA 2.472
Iliad 2.321: ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ’ ἑκατόμβας.
Iliad 2.322: Κάλχας δ’ αὐτίκ’ ἔπειτα θεοπροπέων ἀγόρευε:
Iliad 2.323: τίπτ’ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί :
Commented on by msA 2.473
Iliad 2.324: ἡμῖν μὴν τόδ’ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς
Commented on by msAext 2.482
Iliad 2.325: ὄψιμον ὀψιτέλεστον. ὅ οὑ κλέος οὔ ποτ’ ὀλεῖται:
Iliad 2.326: ὡς οὗτος κατὰ τέκν’ ἔφαγε, στρουθοῖο καὶ αὐτὴν,
Iliad 2.327: ὀκτὼ, ἀτὰρ μήτηρ ἐνάτη ἦν. ἣ τέκε τέκνα.
Iliad 2.328: ὣς ἡμεῖς τοσσαῦτ’ ἔτεα πτολεμίξομεν αὖθι:
Commented on by msA 2.474
Iliad 2.329: τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν:
Commented on by msA 2.475
Iliad 2.330: κεῖνος θ’ ὣς ἀγόρευε. τὰ δὴ νῦν πάντα τελεῖται:
Commented on by msAim 2.480
Iliad 2.331: ἀλλ’ άγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
Iliad 2.332: αὐτοῦ. εἰσόκεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν:
Iliad 2.333: ὡς ἔφατ’: Ἀργεῖοι δὲ μέγ’ ΐαχον: ἀμφὶ δὲ νῆες
Iliad 2.334: σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν .
Iliad 2.335: μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο:
Iliad 2.336: τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ :
Commented on by msA 2.477
Iliad 2.337: ὦ πόποι: ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
Commented on by msA 2.478, msAim 2.481
Other texts (14 passages)
Scholia group: msA
msA 2.468: ‡ἔνθ᾽ ὅ γε τοὺς ἐλεεινὰ: ὅτι Ζηνόδοτος γράφει τιτίζοντας εὐτελὴς δὲ ἡ λέξις κατα φύσιν γὰρ φθεγγόμενοι οἱ νεοσσοὶ τιτίζουσιν: οἱ δε κατεσθιόμενοι τρίζουσιν⁑
Comments on 2.314
msA 2.469: πτερύγος παροξυτόνως: καὶ ὁ μὲν κανὼν θέλει προπαροξυτόνως ὡς δοίδυκος ἀλλ’ επειδὴ οὕτως δοκεῖ στίζειν τῷ Ἀριστάρχῳ πειθόμεθα αὐτῷ ὡς πάνυ ἀρίστῳ γραμματικῷ⁑
Comments on 2.316
msA 2.470: ἀμφιαχυῖαν. μετοχή εστι διὃ προπερισπαστέον σημειωτέον δὲ τὸν ἐν αρχῆ χρόνον ὅτι συνεστάλη τὸ α :
Comments on 2.316
msA 2.471: τὸν μὲν ἀρίζηλον: ὅτι Ζηνοδοτος γράφει: ἀρίδηλον καὶ τὸν ἐχόμενον προσέθηκεν τὸ γὰρ ἀρίδηλον ἄγαν ἐμφανὲς, ὅπερ ἀπίθανον ὃ γὰρ ἐὰν πλάσῃ τοῦτο ἀναιρεῖ: λέγει μέντοι γε. ὅτι ὁ φήνας αὐτὸν θς καὶ ἄδηλον ἐποίησεν⁑
Comments on 2.318
msA 2.472: ἡμεῖς δ’ εσταότες θαυμάζομεν⁑ ὅτι ἀντι τοῦ ἐξεπληττόμεθα οὐχ ὡς ἐνίοτε τίθησιν ἀντι ψιλοῦ τοῦ θεάσασθαι⁑
Comments on 2.320
msA 2.473: τίπτ’ ἄνεῳ κατα στέρησιν τῆς ἰωῆς ὅ ἐστι φωνῆς. ὦδε δὲ μετα τοῦ ϊ οἷον οἱ ἄνεῳ ἐπι δε τοῦ ἡ δ’ ἄνεω δῆν ἧστο δίχα τοῦ ϊ ⁑
Comments on 2.323
msA 2.474: ὡς ἡμεῖς τοσσαῦτ᾽ ὅτι τὸν τοῦ Κάλχαντος λόγον μεταλαβὼν ἐποίησεν ἐπι τῆς Αὐλίδος αὐτὸς ὢν ἐπι τῆς Τροίας διὃ κέχρηται τῷ αὖθι τοπικῷ ἀντι τοῦ αὐτόθι ὅπου νῦν ἐσμέν⁑
Comments on 2.328
msA 2.475: τῷ δεκάτω δὲ μὲν δια τί οὐχι ενάτῳ ἔφη ἐνιαυτῷ ἔσεσθαι τὴν πόρθησιν καίτοι τῆς ἀκολουθ τῶν σημείων τοῦτο ἐχούσης. ὀκτῶ ἀτὰρ μήτηρ ἐνάτη ἦν ἢ ὅτι τῶν εννέα πληρωθέντων ἀνάγκῃ νοεῖν τὸν ἐπέκεινα δεκατον ἢ καὶ τὸν δράκοντα αὐτὸν δεῖ συναριθμεῖν ὡς ἐστι δέκατος ὡς όλου τοῦ αγῶνος ἐν τούτῳ μελλοντος παύεσθαι⁑
Comments on 2.329
msA 2.476: ὣς έφατ’ Ἀργεῖοι δὲ μέγ’ ἴ¨αχον⁑ επι τὸ ΐαχον διαστολὴ καὶ επι τὸ Αχαιῶν ὑποστιγμῆ. δια μέσου δὲ τὸ ἀμφι δὲ νῆες καὶ τὰ εξής ἕως Ἀχαιῶν : καὶ τὸ εξῆς ἐστιν ΐαχον μῦθον ἐπαινήσαντες . ἐὰν δὲ στίζωμεν γίνεται σολοικισμὸς ἀϋσάντων ὑπ Αχαιῶν μῦθον ἐπαινήσαντες ⁑
Comments on 2.333-2.335
msA 2.477: Γερήνιος ἱππότα Νέστωρ : ἀντι τοῦ ἱππικὸς νῦν δὲ φυγάς : ὁ γὰρ ποιητὴς τὸ ἱππότης νῦν ἀντι τοῦ φυγὰς κέχρηται: Ἡρακλῆς γὰρ ἐπιστρατεύσας τῇ Πύλῳ δια τὸ μη καθαρθῆναι αὐτὸν ὑπο Νηλέως τὸν Ϊφίτου φόνον καὶ δια τὴν τῶν Νηλεϊδῶν δὲ ἀφροσύνην πολὺς ἢν πορθῶν τὴν πόλιν καὶ ἐφ ὅσον μὲν Περικλύμενος ὁ Νηλεὺς ἔζη. δυσάλωτος ἢν ἡ πόλις αφ ἀμφιβιος γὰρ εγένετο ἐκεινος καὶ δὴ γενόμενον αὐτὸν μέλισσαν καὶ στάντα ἐπι τοῦ Ἡρακλέους ἅρματος Ἀθηνα εἰκάσασα Ἀθηνᾶ εποίησεν αναιρεθῆναι τότε Νέστωρ ἐν Γερήνοις τρεφόμενος πορθηθείσης τῆς Πύλου καὶ τῶν ια αδελ αὐτοῦ ἀναιρεθέντων μόνος περιελήφθη διὃ καὶ Γερηνιος ὠνομάσθη: ἱστορεῖ Ἱσίοδος ἐν Καταλόγοις ⁑
Comments on 2.336
msA 2.478: ὦ πόποι: στικτέον ἐπι τὸ ὦ πόποι κομματικὸν γὰρ καὶ μᾶλλον ἐμφαίνει καθ εαυτὸ λεγόμενον⁑
Comments on 2.337
Scholia group: msAim
msAim 2.480: οὕτως Ηρωδιανὸς δια τοῦ θ Αρισταρχος δια τοῦ τ :
Comments on 2.330
msAim 2.481: διασταλτέον ἐπι τὸ πώποι μαλλον γὰρ ἐμφαίνει καθ εαυτὸ λεγόμενον‡
Comments on 2.337
Scholia group: msAext
msAext 2.482: μὲν
Comments on 2.324
previous | next |
---|---|
msA 30r | msA 31r |