Venetus A (Marciana 454 = 822), folio 30, recto
previous | next |
---|---|
msA 29v | msA 30v |
Iliad text (25 lines)
Iliad 2.288: Ἴ̈λιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι:
Iliad 2.289: ὥς τε γὰρ ἠ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
Iliad 2.290: ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι:
Iliad 2.291: ῆ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι:
Commented on by msAint 2.461, msAim 2.459
Iliad 2.292: καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο.
Commented on by msAint 2.462, msA 2.444
Iliad 2.293: ἀσχαλάᾳ σὺν, νηῒ πολυζύγῳ: ὅν περ ἄελλαι.
Commented on by msAil 2.463
Iliad 2.294: χειμέριαι ἰ̈λέωσιν ὀρινομένη τε θάλασσα:
Commented on by msAext 2.466
Iliad 2.295: ἡμῖν δ’ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
Iliad 2.296: ἐνθάδε μιμνόντεσσι: τῶ οὐ νεμεσίζομ’ Ἀχαιοὺς
Iliad 2.297: ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν: ἀλλὰ καὶ ἔμπης
Iliad 2.298: αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι:
Iliad 2.299: τλῆτε φίλοι: καὶ μείνατ’ ἐπὶ χρόνον, ὄφρα δαῶμεν
Commented on by msA 2.447
Iliad 2.300: ἢ ἐτεὸν Κάλχας μαντεύεται ηἒ καὶ οὐκί:
Commented on by msAext 2.467, msAim 2.460
Iliad 2.301: εὖ γαρ δὴ τόδε ἴ̈δμεν ἐνι φρεσίν. ἐστὲ δὲ πάντες
Iliad 2.302: μάρτυροι: οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι:
Commented on by msA 2.448, msAil 2.464
Iliad 2.303: χθιζά τε καὶ προωῒζ’ ὅτ’ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
Iliad 2.304: ἠγερέθοντο. κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι:
Iliad 2.305: ἡμεῖς δ’ ἀμφὶ περι κρήνην: ἱεροὺς κατα βωμοὺς.
Iliad 2.306: έρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας.
Iliad 2.307: καλῇ ὑπο πλατανίστῳ: ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ.
Commented on by msA 2.452
Iliad 2.308: ἔνθ’ ἐφάνη μέγα σῆμα: δράκὼν ἐπι νῶτα δαφοινός .
Commented on by msA 2.453
Iliad 2.309: σμερδαλέος: τόν ρ’ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ:
Iliad 2.310: βωμοῦ ὑπαΐξας, πρός ῥα πλατάνιστον ὄρουσεν:
Commented on by msA 2.454
Iliad 2.311: ἔνθα δ’ έσαν στρουθοῖο νεοσσοὶ. νήπια τέκνα.
Commented on by msA 2.455, msA 2.456, msAil 2.465
Iliad 2.312: ὄζῳ ἐπ ακροτάτῳ. πετάλοις ὑποπεπτηῶτες.
Other texts (17 passages)
Scholia group: msA
msA 2.443: ὥς τε γὰρ ἠ παῖδες νεαροί: ἄμφω παρέτεινε τὸ μεν τὸ νεαροὶ τὸ δὲ τῷ χεῖρε : οἱ μὲν γὰρ εὐθὺ κόρον τῆς ἀγορᾶς λαβόντες ΐενται οἴκαδε αἱ δὲ τὸν οἴκοι φυλάσσοντα μη κεκτημέναι κωμωδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεννὲς ὡς οὐ δια τὴν ὑπερτελειαν τῶν πολεμίων δια δὲ τὸ ϊδίᾳ μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν⁑
Comments on 2.289-2.290
msA 2.444: καὶ γάρ τις θ’ ἕνα μῆνα μένων: τινὲς ἀνέγνωσαν ἅπο ἧς ἀλόχοιο κατα ἀναστροφὴν ἵνα σιμαίνηται τὸ ἄπωθεν: ἄμεινον δὲ πείθεσθαι τῇ κατηθισμένῃ ἀναγνώσει συντέτακται γὰρ τῇ γενικῇ⁑
Comments on 2.292
msA 2.447: τλῆτε φίλοι: ὅτι Ζηνοδοτος γράφει ἔτι χρόνον ἀπιθάνως ἔμφασις γὰρ γίνεται πολλοῦ χρόνου δια τοῦ ετι ⁑
Comments on 2.299
msA 2.449: χθιζά τε καὶ πρωῒζ: κατεσμίκρυνε τὸν ενναέτη χρόνον ἵνα μὴ δια τῆς ἀναμνήσεως πλέον ποιήσῃ ἀγανακτῆσαι τοὺς Ἕλληνας ⁑
Comments on 2.303
msA 2.451: ἡμεῖς δ’ ἀμφι περι κρήνην: ἕως ἀγλαὸν ὕδωρ ὑποστικτέον καὶ τὸ ἔνθα ἵν ᾖ τοπικὸν δια τὴν πλατάνιστον χρονικὸν δια τὸ χθιζά τε καὶ πρωΐζ’ περιέχεται δὲ καὶ τέλη ἔσσας ἐκατόμβας ὑποστίζειν ἵνα συνάπτηται καλῇ ὑπο πλατανίστῳ ἕως σμερδαλέος . δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι τὸ χθιζα τε καὶ πρωῒζ ἵνα πάντα συνημμένα ἢ ἐκ τοῦ εὖ γὰρ δὴ τόδε ἴδμεν ⁑
Comments on 2.305-2.309
msA 2.452: καλὴ ὑπο πλατανίστῳ: τῇ τάσει ἀναγνωστέον ὡς κυπαρίσσῳ: διυδατίζεσθαι δὲ θέλει ἡ πλάτανος καὶ ἐστιν ἐπιτηδεία προς γένεσιν στρουθῶν:
Comments on 2.307
msA 2.453: δράκων: τοῦτο τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασι φησὶ σθένιος οὕτως γὰρ ἱστόρεται Διονυσίῳ ἐν τῷ ε τῶν Ἀπόρων ⁑
Comments on 2.308
msA 2.455: στρουθοῖο: οἱ στρουφοὶ Ἀφροδίτης χρόνον τε δηλοῦσιν ἐπεὶ πτηνὸς ὁ χρόνος: ὁ δε λίθος ἐπεὶ οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος ὅ τε μὲν ἐφ’ ὑψους κεῖσθαι τὴν νεοττιὰν τὴν ἠνεμόεσσαν Ἴλιον οἱ δὲ ὑποπετάλιοι νεοσσοὶ τὸ ολιγοχρόνιον τῶν Τρώων μαραινομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπεσοῦνται: ἡ δὲ ενάτη μήτηρ τῆς ἐνναετηρίδος τοῦ πολεμου τὸ ἐναγώνιον ἐσήμανεν. ἡ δὲ δια τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν δι ὑδατος ἄφιξιν τῶν Ἑλληνων : τὸ δὲ περιλειφθηναι τὴν νοσσιὰν τὸ μη παντελῶς ἠφανίσθαι τὸν τόπον οἰκεῖται γὰρ ἕως τοῦ νῦν. ἡ δὲ ἀπολίθωσις ἡ το δυσδιεξόδευτον τῶν νόστων: ἡ ὅτι εἰς λίθους περιστήσεται τὸ τελος τοῦ πολεμου. ἔστι δὲ ση μὲν τὸ παρα τόπον γινόμενον ὡς μέλισσαι ἠ πτηνοὶ ἢ μύρμηκες ἐν οἴκω: τέρας δὲ τὸ παρα φύσιν τοῦτο οὖν ἄμφω εἶχεν ση μὲν τὸ επ ακρῳ τῷ φυτῷ εῖναι τὴν νοσσιὰν τέρας δὲ τὸ ὀκτῶ τετοκέναι ἑπτὰ γὰρ τίκτει ὧν τὸ ἓν ούριον εᾷ εῖναι⁑
Comments on 2.311
msA 2.456: στρουθοῖο: ὡς ἀπο ὀξυτόνου ευθ ἡ ἀνάγνωσις: Χαίριδι δὲ ἥρεσκε βαρύνειν καὶ ἴσως ἐπεὶ τὰ εἰς θος λήγοντα δισύλλαβα μονογενῆ φύσει μακρᾷ παραληγόμενα ἐβαρύνετο Ξοῦθος Ζῆθος καὶ μῦθος : ἔχει δὲ ἡ τετριμμένη ἀνάγνωσις ἀφορμὴν τὸ ἐγκεῖσθαι τὸ θέειν ἐτυμολογοῦσι γὰρ τὸ ζῷον παρα τὸ μετὰ οἴστρου θέειν τὰ δὲ παρα τοῦτο τὸ ῥῆμα ἑωρῶμεν ὀξυνόμενα ὥσπερ τὸ αγαθός καὶ βοηθος⁑
Comments on 2.311
Scholia group: msAim
msAim 2.459: προς τὸν πονον ὅτι ἀντὶ έργον οὐδέποτε γὰρ ούτως εἷπε τὴν αλγηδόνα⁑
Comments on 2.291
msAim 2.460: ὅτι δια τοῦ κ γραπτέον οὐ δια τοῦ χ και το ἠ ετεον δια τοῦ η Ἀρισταρχος ⁑
Comments on 2.300
Scholia group: msAint
msAint 2.461: ὁμοίως τὸν η περισπαστέον⁑
Comments on 2.291
msAint 2.462: ἀπὸ ἧς τῆ γενικῇ δεῖ συντάττειν⁑
Comments on 2.292
Scholia group: msAil
msAil 2.463: παρα
Comments on 2.293
msAil 2.464: επι του λοιμοῦ
Comments on 2.302
Scholia group: msAext
msAext 2.466: ειλέωσιν
Comments on 2.294
msAext 2.467: εἰ ἐτεὸν
Comments on 2.300
previous | next |
---|---|
msA 29v | msA 30v |