Venetus A (Marciana 454 = 822), folio 29, verso
previous | next |
---|---|
msA 29r | msA 30r |
Iliad text (25 lines)
Iliad 2.263: αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
Iliad 2.264: πεπληγὼς ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
Commented on by msAint 2.440
Iliad 2.265: ὡς ὰρ ἔφη: σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
Iliad 2.266: πλῆξεν: ὁ δ`’ ἰ̈δνώθη: θαλερὸν δέ οι ἔκπεσε δάκρυ:
Commented on by msA 2.424
Iliad 2.267: σμῶδιξ δ’ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
Commented on by msA 2.425
Iliad 2.268: σκήπτρου ὑπὸ χρυσέου: ὁ δ’ ὰρ ἕζετο. τάρβησέν τε:
Iliad 2.269: ἀλγήσας δ`’: ἀχρεῖον ἰ̈δὼν. ἀπομόρξατο δάκρυ:
Commented on by msA 2.426, msA 2.427, msA 2.428, msAil 2.441
Iliad 2.270: οἱ δὲ, καὶ ἀχνύμενοί περ, ἐπ αὐτῷ ἡδὺ γέλασσαν:
Commented on by msA 2.429, msAil 2.442
Iliad 2.271: ὧδε δέ τις εἴπεσκεν, ἰδὼν ἐς πλησίον ἄλλον:
Commented on by msA 2.431
Iliad 2.272: ὦ πόποι: ῆ δὴ μυρί’ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
Commented on by msA 2.430
Iliad 2.273: βουλάς τ’ ἐξάρχων ἀγαθὰς. πόλεμόν τε κορύσσων:
Iliad 2.274: νῦν δὲ τόδε μέγ’ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν.
Iliad 2.275: ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ’ ἀγοράων:
Commented on by msA 2.432
Iliad 2.276: οὐ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
Commented on by msAim 2.437
Iliad 2.277: νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν:
Iliad 2.278: ὡς φάσαν ἡ πληθύς: ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσσεὺς
Commented on by msA 2.433, msA 2.434, msAim 2.438
Iliad 2.279: ἔστη σκῆπτρον ἔχων: παρα δὲ γλαυκῶπις Ἀθήνη
Commented on by msA 2.435
Iliad 2.280: εἰδομένη κήρυκι: σιωπᾶν λαὸν ἀνώγει:
Iliad 2.281: ὡς ἅμα θ’ οἱ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
Iliad 2.282: μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν:
Iliad 2.283: ὅ σφιν ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
Iliad 2.284: Ἀτρείδη : νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
Commented on by msA 2.436
Iliad 2.285: πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν:
Iliad 2.286: οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν. ἥν περ ὑπέσταν
Commented on by msAim 2.439
Iliad 2.287: ἐνθα δ’ έτι στείχοντες ἀπ’ Ἄργεος ἱπποβότοιο
Other texts (13 passages)
Scholia group: msA
msA 2.430: ἦ δυμυρί: τὸν ἠ περισπαστέον παραλλήλως γὰρ κεῖται τῷ δὴ βεβαιωτικὸς ὦν ὁμοίως τῷ ἠ δὴ λοίγια ἔργα ⁑
Comments on 2.272
msA 2.431: ὦδε δέ τις εἴπεσκεν: κατα Ἀρίσταρχον : οὐδεποτε τοπικῶς ἀλλ αντι τοῦ ούτως τάσσει ὦδε δε τίς εἴπεσκεν ἰδών . ἐπι δὲ τοῦ Ἤφαιστε πρόμολ’ ὦδε οὕτως ἀκούει πρόελθε οὕτως ὡς ἔχεις ἐκ προχείρου⁑
Comments on 2.271
msA 2.432: ἔσχ’ ἀγοράων: κολάζεται ὁ μὲν εὐφυὴς νουθεσίᾳ: ὁ δὲ ἅκοσμος βασάνοις καὶ ἐιςφοραῖς: ὁ δὲ λελωβημένος βραχεῖα πληγῇ καὶ μεθ όρκων ἀπειλῇ⁑
Comments on 2.275
msA 2.433: ὼς φάσαν ἡ πληθὺς: προς τὸ σχῆμα ὅτι προς τὸ νοητὸν ἀνα δ’ ἐστη: τὸ γὰρ ἔννοιαν ἔχον τοῦ πλήθους ὄνομα προς πληθυντικὸν ἐπισυνέζευξεν τὸ φάσαν: ᾧ εἴη ἂν ὅμοιον δερκόμενοι πᾶς δῆμος : καὶ προς τὸ πτολίπορθον ὅτι δια τῆς Ὀδυσσείας δέδεικται τὰ κατὰ τὸν δούρειον ἵππον⁑
Comments on 2.278
msA 2.434: ἀνα δ’ ὁ πτολίπορθος: ἀνέστη δὲ ὁ τὰς πόλεις πορθῶν ὁ πολεμικὸς οδ ἵν ᾖ ὑπερβατὸν ὁ τρόπος προκατεςκεύασεν δὲ αὐτῷ ὁ ποιητὴς τὴν τῆς Ἰλίου πόρθησιν τὴν κατα τοῦ δουρείου ἵππου κατασκευὴν οὗ εἰσαχθεντος ἐπορθὴθη ἡ Ἴλιος ὡσ καὶ ἀλλαχόσε τῆσ ποιήσεως φησὶ σῂ δ’ εἴλω βουλῂ πόλεις Πριάμοιο ἄνακτος ⁑
Comments on 2.278
msA 2.435: ἔστη σκῆπτρον ἔχων: τρία ῥητορικῆς ἤδη: συμβουλευτικόν: ὅ ἐστιν ἐκ προτροπῆς καὶ ἀποτροπῆς ὡς νῦν. δικανικόν ἐκ κατηγορίας καὶ ἀπολογίας. ὡς δύο δ’ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς : πανηγυρικόν εξ εγκωμίου καὶ ψόγου: ὡς μάκαρ Ατρείδη καὶ οἱνοβαρὲς κοινὸς ὄμματ’ ἔχων ⁑
Comments on 2.279
msA 2.436: Ἀτρείδη , νυν δη γάρ σε: ὅτι αὕτη ἡ γραφὴ ἡ δια τοῦ γὰρ μετα τῆς προσηγορίας καὶ τὸν λόγον ἔχει: ἔθος δὲ αὐτῷ ἀπο τοῦ γάρ ἄρχεσθαι, ὧ πόποι ῆ γὰρ ὀΐω ἐϋκνημιδας Ἀχαιούς ⁑
Comments on 2.284
Scholia group: msAim
msAim 2.437: ὅτι τὸ μεν πάλιν εἰς τοῦπίσω τὸ δὲ αῦτις χρονικὸν ἐξ υστέρου
Comments on 2.276
msAim 2.438: οὕτως Ἀρισταρχος πτολίπορθος ἄλλοι δὲ δια τοῦ ε οὐκ ορθῶς
Comments on 2.278
msAim 2.439: προς τὴν ἐναλλαγὴν τοῦ χρόνου ὅτι ἀντι εκτελέσουσιν ⁑
Comments on 2.286
Scholia group: msAint
msAint 2.440: ὅτι αντὶ πλήσσων τὸ παθητ παρειληφεν⁑
Comments on 2.264
Scholia group: msAil
msAil 2.441: οξύνεται μετοχη γάρ εστι
Comments on 2.269
msAil 2.442: δια τὸ θέλειν ὑποστρέψαι
Comments on 2.270
previous | next |
---|---|
msA 29r | msA 30r |