Venetus A (Marciana 454 = 822), folio 29, recto

previousnext
msA 28vmsA 29v

Iliad text (25 lines)


Iliad 2.238: ἦ ρά τι οἱ χ’ ἠμεῖς προσ ἀμύνομεν. ἠὲ καὶ οὐκί:

Commented on by msAim 2.418


Iliad 2.239: ὃς καὶ νῦν Ἀχιλῆα . ἕο μέγ’ ἀμείνονα φῶτα

Commented on by msA 2.408


Iliad 2.240: ἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.


Iliad 2.241: ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν: ἀλλὰ μεθήμων:


Iliad 2.242: ῆ γὰρ ἂν, Ἀτρείδη νῦν ὕστατα λωβήσαιο:

Commented on by msA 2.409


Iliad 2.243: ὡς φάτο, νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν


Iliad 2.244: Θερσίτης : τῷ δ’ ὦκα παρίστατο δῖος Ὀδυσσεύς :


Iliad 2.245: καί μιν ὑπόδρα ἰ̈δὼν χαλεπῷ ἠνίπαπε μύθῳ:


Iliad 2.246: θερσῖτ’ , ἀκριτόμυθε: λιγύς περ ἐὼν ἀγορητής

Commented on by msA 2.411, msAil 2.423


Iliad 2.247: ἴ̈σχεο: μηδ’ ἔθελ’ οἶος ἐριζέμεναι βασιλεῦσιν:

Commented on by msAim 2.419


Iliad 2.248: οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον: βροτὸν ἄλλον


Iliad 2.249: ἔμμεναι: ὅσσοι ἅμ’ Ἀτρείδῃς ὑπὸ Ί̈λιον ἦλθον:

Commented on by msA 2.412


Iliad 2.250: τῶ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ’ ἔχων ἀγορεύοις.


Iliad 2.251: καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις:


Iliad 2.252: οὐδέ τι πω σάφα ἴδμεν. ὅπως ἔσται τάδε ἔργα:

Commented on by msA 2.413


Iliad 2.253: ἦ εὖ, ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν :


Iliad 2.254: τῶ νῦν Ἀτρείδῃ Ἀγαμέμνονι ποιμένι λαῶν


Iliad 2.255: ἧσαι ὀνειδίζων: ὅτι οἱ μάλα πολλὰ διδοῦσιν

Commented on by msA 2.414, msAim 2.420


Iliad 2.256: ἥρωες Δαναοί . σὺ δὲ κερτομέων ἀγορεύεις:


Iliad 2.257: ἀλλ’ έκ τοι ἐρέω, το δὲ καὶ τετελεσμένον ἔσται:


Iliad 2.258: εἰ κ’ έτι σ’ ἀφραίνοντα κιχήσομαι ὡς νύ περ ὧδε.

Commented on by msA 2.415, msAim 2.421


Iliad 2.259: μηκέτ’ ἔπειτ’ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείῃ:


Iliad 2.260: μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην.

Commented on by msA 2.416


Iliad 2.261: εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω


Iliad 2.262: χλαῖνάν τ’ ἠδὲ χιτῶνα. τά τ’ αἰδῶ ἀμφικαλύπτει:

Commented on by msA 2.417, msAim 2.422


Other texts (10 passages)


Scholia group: msA

msA 2.408: ‡ὃς καὶ νῦν Ἀχιλῆα ὅτι Ζηνόδοτος γράφει ἑοῦ τοῦτο δὲ ασύναρθρον καὶ οὐχ ἁρμόζον τῷ λόγῳ⁑

Comments on 2.239


msA 2.409: η γὰρ ἂν Ἀτρειδ νῦν: προς το σχῆμα ἀντι τοῦ ἐλωβήσω , ἂν ἔβλαψας , ἠ λωβητὸς εγένου⁑

Comments on 2.242


msA 2.411: θερσῖτ᾽ ἀκριτόμυθε: μετα εἰρωνείας ὡς καὶ τὸ λιγύς οἱ δὲ ἀκριτόμυθε ἀντι τοῦ ἀμετροεπὲς πρὸς κατάγνωσιν τῶν εἰρημένων⁑

Comments on 2.246


msA 2.412: ὅσσοι ἅμ Ἀτρείδῃς : οὔτοι ἦσαν κατα μὲν τὸ σύνηθες Πλησθένους καὶ Αεροπης τῆς Ατρέως παῖδες τοῦ Πελοπος ὡς φησὶν ἄλλοι τε πολλοὶ καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν: ἀλλ’ ἐπειδὴ Πλησθένης νέος τελευτᾷ μηδὲν καταλείψας μνήμης νέοι ἀνατραφέντες ὑπο Ατρέως αὐτοῦ παῖδες ἐκλήθησαν⁑

Comments on 2.249


msA 2.414: ὅτι οἱ μάλα πολλά: τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον: πᾶσα γὰρ δίβραχυς λέξις προ ἐγκλιτικοῦ οὐ ἐπιδέχεται ἐπαλληλον ὀξειαν εἰ μὴ ἐπιφέροιτο ἀντωνυμίᾳ δια τοῦ σφ σεσημειωμένου τοῦ ἔνθ’ έσαν οἱ πέπλοι ⁑

Comments on 2.255


msA 2.415: εἰ κ’ έτι σ αφρείνοντα: ὅτι περισσὸς ὁ κε καὶ ὅτι συνεκδοχῇ εἰ σὲ ἀφραίνοντα κιχήσομαι ὕστερον αὔτης ἐν δε τῇ κατα Φιλημονα τὸν Κρητικὸν κιχήσομαι ἐν Δαναοῖσι δύναιτο δ ἂν τὸ ὡς νύ περ ὦδε ἀκούεσθαι ἁπλούστερον ἀντι τοῦ οὕτως ὡσαύτως ταῦτα ὁ Δίδυμος ⁑

Comments on 2.258


msA 2.416: μηδ’ έτι Τηλεμάχοιο πηρ : οὔχ ἑαυτῷ νῦν ἀρᾶται ἀλλα τῷ παιδι καὶ ἐστιν ἡ μὲν πρώτῃ κατάρα κατα τοῦ Ὀδυσσέως ἡ δε δευτέρα κατα τοῦ Τηλεμάχου : εἰ γὰρ ἀπόλοιτο ὁ παῖς οὐκ ὰν πηρ ἐστιν Ὀδυσσεύς ἡ διπλὴ δὲ προδιασυγκρισιν τὰ κατὰ τὴν μελλοντα λόγου τυχεῖν πλείονος⁑

Comments on 2.260


msA 2.417: ‡τά τ’ αἰδῶ ἀμφικαλύπτει: Ἀρισταρχος περισπωμένως ἀναγινώσκει: ὁμοίως καὶ τὸ ἠῶ δῖαν ἔμιμνε : καὶ ἡμεῖς δὲ αὐτῷ συγκατατιθέμεθα. Διονύσιος δὲ ὁ Σιδώνιος ὀξύνει: Πάμφιλος δὲ πάσας τὰς τοιαύτας αιτιατικὰς περισπᾶ Λητῶ γὰρ ἤλκησε καὶ Πυθῶ δ’ ερχομένην επει φησι Λητόα ἐστι καὶ Πυθόα . Διονύσιος δὲ ὁ Θρᾷξ φησὶ κακῶς ἀνεγνωκέναι τὸν Ἀρίσταρχον κατα τὸν περισπώμενον τόνον: τὸ μὲν αἰδῶ καὶ ἠῶ: τὰ δὲ ἄλλα κατ οξείαν τάσιν Πυθώ Λητώ ἐχρῆν γάρ φησιν ὁμοίως ἀνεγνωκέναι. οὐκ εὖ δε μέμφεται τῷ Ἀριστάρχῳ εἴ γε ἤδη διάφοραι αἱ εὐθείαι ἠώς αἰδώς Λητῶ δὲ καὶ Πυθώ , ἐστιν οὖν λόγος ὑπερ τῆς Ἀρισταρχείου ἀναγνώσεως καὶ τῆς κατεγνωσμένης προσῳδίας οὗτος. ὅτι ἐχρῆν μὲν τὸ Πυθῶ περισπᾶσθαι: ἐπειδήπερ Πυθόα ἐστι καὶ τοῦτο ἀπῄτει ἡ συναλιφὴ ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπεστραπται τὸν περισπώμενον τόνον κατα τοῦτο ὠξύνετο: ταύτῃ γοῦν καὶ τοῦ χρυσοῦς περισπωμένου τὸ δυϊκὸν ὀξυνοῦμεν: οὕτως ἀποδείκνυται ὅτι καὶ ἡ καλῷ δοτικῇ εἰς ϊ λήγει καὶ οὐκ εἰς ω . δεύτερος δὲ λόγος ἀληθής ἐστιν ὡς εὐθείᾳ καὶ αἰτιατικῆ ὁμόφωνος οὖσα κατα φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἐπιφέρεται οἱ ταχεῖς τοὺς ταχεῖς. εἰ δὲ ἡ ευθ ὀξύνεται πάντως καὶ ἡ αιτιατική. δια τοῦτο οὖν ἡ μὲν αιδῶ αιτιατικὴ καὶ ἠῶ μη κρατούμεναι ὑπο τῆς συνεμπτώσεως κατα τὴν εὐθείαν περισπῶνται κατεχόμεναι τῷ λόγῳ τῆς συναλιφῆς οὐχ ὑπο τοῦ πτωτικοῦ χαρακτῆρος ἡ δὲ Λητῶ καὶ Πυθῶ καίπερ κατεχόμεναι ὑπο τῆς συνεμπτώσεως τῆς φωνῆς κατέχονται καὶ τῷ τόνῳ⁑

Comments on 2.262


Scholia group: msAim

msAim 2.418: ὅτι τὴν ἀπόφασιν δια τοῦ κ οὐ δια τοῦ χ ⁑

Comments on 2.238


msAim 2.419: ὅτι ἔθελε κατὰ συναλιφην⁑

Comments on 2.247


previousnext
msA 28vmsA 29v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1