Venetus A (Marciana 454 = 822), folio 28, verso
previous | next |
---|---|
msA 28r | msA 29r |
Iliad text (25 lines)
Iliad 2.213: ὅσρ’ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ῄδη
Iliad 2.214: μάψ, ἀτὰρ οὐ κατα κόσμον ἐριζέμεναι βασιλεῦσιν:
Commented on by msAil 2.397
Iliad 2.215: ἀλλ’ ὅ τι οἱ, εἴσαιτο, γελοίϊον Ἀργείοισιν
Commented on by msAil 2.398, msAim 2.389
Iliad 2.216: ἔμμεναι: αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴ̈λιον ἦλθε:
Commented on by msAil 2.399
Iliad 2.217: φολκὸς ἔην: χωλὸς δ’ ἕτερον πόδα: τὼ δέ οἱ ὤμω
Commented on by msAint 2.394, msA 2.374, msAil 2.400, msAil 2.401, msAim 2.390
Iliad 2.218: κυρτὼ, ἐπι στῆθος συνοχωκότε: αὐτὰρ ὕπερθε
Commented on by msAil 2.402
Iliad 2.219: φοξὸς ἔην κεφαλὴν. ψεδνὴ δ’ ἐπενήνοθε λάχνη.
Commented on by msAint 2.395, msA 2.375, msA 2.376, msAil 2.403, msAil 2.404, msAil 2.405, msAim 2.391
Iliad 2.220: ἔχθιστος δ’ Ἀχιλῆϊ μάλιστ’ ἦν ἢδ’ Ὀδυσῆϊ :
Iliad 2.221: τὼ γὰρ νεικείεσκε: τότ’ αὐτ’ Ἀγαμέμνονι δίῳ
Commented on by msA 2.378
Iliad 2.222: ὀξέα κεκληγὼς λέγ’ ὀνείδεα: τῷ δ’ ἂρ Ἀχαιοὶ
Iliad 2.223: ἐκπάγλως κοτέοντο: νεμέσσηθέν τ’ ἐνι θυμῷ:
Commented on by msAim 2.392
Iliad 2.224: αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ:
Iliad 2.225: Ἀτρείδη . τέο δ’ αῦτ’ ἐπιμέμφεαι ἠδὲ χατίζεις:
Commented on by msA 2.380
Iliad 2.226: πλεῖαί τοι χαλκοῦ κλισίαι: πολλαὶ δὲ γυναῖκες
Commented on by msA 2.381
Iliad 2.227: εἰσὶν ἐνι κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
Commented on by msA 2.382
Iliad 2.228: πρωτίστῳ δίδομεν εὐτ’ ἂν πτολίεθρον ἕλωμεν:
Iliad 2.229: ἠ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι: ὅν κέ τις οἴσει
Commented on by msAint 2.396
Iliad 2.230: Τρώων ἱπποδάμων ἐξ Ἰ̈λίου υἷος ἄποινα.
Commented on by msAil 2.406
Iliad 2.231: ὅν κεν ἐγὼ δήσας ἀγάγω ἠ ἄλλος Ἀχαιῶν .
Iliad 2.232: ἠὲ γυναῖκα νέην. ἵνα μίσγεαι ἐν φιλότητι.
Commented on by msAim 2.393
Iliad 2.233: ἥν τ’ αὐτὸς ἀπο νόσφι κατίσχεαι: οὐ μὲν ἔοικεν
Iliad 2.234: ἀρχὸν ἐόντα. κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν :
Iliad 2.235: ὦ πέπονες. κὰκ’ ἐλέγχε’, Ἀχαιΐδες , οὐκέτ’ Ἀχαιοί :
Commented on by msA 2.384
Iliad 2.236: οἴκαδέ περ συν νηυσὶ. νεώμεθα: τόνδε δ’ ἐῶμεν.
Commented on by msA 2.388
Iliad 2.237: αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴ̈δηται
Commented on by msA 2.385
Other texts (29 passages)
Scholia group: msA
msA 2.374: ‡χωλος δ’ έτερον πόδα: οἰκείως ἐπὶ δύο, ἠ τὸν ἀριστερὸν: τοῦτο δὲ προς τὸ γελωτοποιεῖν ἧττον γὰρ ἐγελᾶτο εἰ ἄμφω τῶ ποδε⁑
Comments on 2.217
msA 2.375: φοξὸς: φοξὸς εἵρηται ἀπὸ τῶν κεραμεικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπο τοῦ φωτὸς ἀπωξυμμένων καθα φησι καὶ Σιμωνίδης αύτη δε φησι φοξίχειλος Ἀργείη κοίλιξ ἔνιοι δὲ κυρίως τὸν ἐπι τὰ φάη τοῦ τέστι τὰ ὄμματα ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν ἀμφοτέρων τὸ πρότερον⁑
Comments on 2.219
msA 2.376: ἐπενήνοθε: ἀπο τοῦ έθω ἐνέθω ήνοθα καὶ ἐπενήνοθα : ὅθεν καὶ ἕνωσις ἡ ἀπο τοῦ θέω ὑπερβιβασμὸς ἔθω ὡς ῥέω ἔρω ἐν συνθέσει ἐνέθω: ἤνοθα καὶ Ἀττικῶς ἐνήνοθα⁑
Comments on 2.219
msA 2.377: ἔχθιστος δ’ Ἀχιλῆϊ . ὅτι Ζηνοδοτος τοῦτον καὶ τοὺς μετ αυτὸν τρεῖς ἡθέτηκεν προς ὑπόθεσιν δέ τινα λέγονται επίτηδες γὰρ τούτων τῶν αγαθῶν ἐπεσβόλον παραγείοχεν: ἱστέον δὲ ὅτι Ἀχιλλεὺς αὐτον ἀναιρεῖ ὡς ἱστορεῖ Κόϊντος ὁ ποιητὴς ἐν τοῖς μεθ Ὅμηρον φησὶ γὰρ ὅτι ἐν τῇ Ἀμαζονομαχια ἀνελὼν ὁ Ἀχιλλεὺς Πενθεσίλειαν τὴν τῶν Ἀμαζόνων βασίλισσαν ὕστερον προσχὼν τὸ σῶμα αὐτης εὐπρεπὲς πάνυ εἰς ἔρωτα ἤλθεν τῆς προειρημενης βαρέως τὲ ἔφερεν ἐπι τῷ θανάτῳ αὐτῆς: ὁρῶν δὲ δυσφοροῦντα αὐτὸν Θερσίτης συνήθως ἐλοιδόρει. ἐφ ῷ ὀργισθεις ὁ ἤρως γρονθω παίσας αὐτὸν ἀναιρεῖ παραυτὰ τῶν οδοντῶν αὐτοῦ ἐνεχθεντων χαμαί⁑
Comments on 2.220
msA 2.378: τῷ γὰρ νεικείεσκε: κὰν ταῖς Ἀρισταρχου ἐκδόσεσιν δυϊκῶς εῖχε τὸ τῳ κἄν τισι δὲ τῶν παλαιῶν ὑπομνημάτων οὕτως ἐφέρετο⁑
Comments on 2.221
msA 2.380: Ἀτρειδη τέο δ᾽ αὐτ᾽: τοιαῦτα ἢν καὶ τὰ παρα Ἀχιλλέως ἀτὰρ ήν ποτε δασμος ΐκηται σοὶ τό γέρας πολὺ μεῖζον : τοῦτον δὲ τὸ ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς καταφρόνησιν αγει⁑
Comments on 2.225
msA 2.381: πλειαί τοι χαλκοῦ κλισίαι: ὅτι Ζηνοδοτος γράφει πλεῖαι δὲ γυναικῶν καὶ τοὺς ἑξῆς δύο ἠθέτηκεν εν οῖς μάλιστα ὁ Θερσίτης γελοιοπ ⁑
Comments on 2.226
msA 2.382: εἰσὶν ἐνὶ κλισίῃς ὅτι τοῦτον καὶ τὸν ἑξῆς Ζηνόδοτος ἠθέτηκεν ἡ δὲ αιτία προείρηται⁑
Comments on 2.227
msA 2.383: ὄν κεν ἐγω δήσας ὅτι Ζηνοδοτος τοὺς τέσσαρας ἠθέτηκεν εν οῖς πάλιν ἐστι τὰ γελοιώτ ⁑
Comments on 2.231-2.234
msA 2.384: ὧ πέπονες: ἡ μεν τελευταία τοῦ στίχου τελεία αἱ δὲ μεταξὺ βραχεῖαι διαστολαί πέπονες. ἐλέγχεα: Ἀχαιΐδες . τὸ δὲ πεπον κοινὸν ὁ πέπων καὶ ἡ πέπων καὶ τὰ πεπονα γελωτα δὲ κινεῖ κάκ’ ἐλέγχεα καλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα καὶ ψυχήν Θερσίτης ‡
Comments on 2.235
msA 2.385: γέρα πεσσέμεν: τὰ γέρα ὅ ἐστι τὰς τιμὰς κατέχειν ἡ μεταφορὰ ἀπο τῶν εν γαστρὶ σιτιων: καὶ γὰρ αὐτὰ ἀν μη κρατηθῇ τὸν ὡρισμένον χρόνον ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως οὐ πέπτεται⁑
Comments on 2.237
msA 2.386: ἔχθιστος δ’ Αχιλῆϊ : τοῦτο τὸ επος δηλοῖ, ὅτι εν τω πρώτω ζυγῶ τῶν αριστέων ἐτέτακτο μετ Ὀδυσσέως : ἄκρως δὲ υπογράφει τὸ μισοπόνηρον αὐτῶν, ὡς ουκ ηνείχοντο ἐπιγελᾶν ἀνων πονηρίᾳ: καὶ τὸ παροιμιῶδες: ζητεῖ τοι συνετὸς συνετὸν φίλον, αφρονα δὲ ἄφρων : τοῖς οὖν καλλίστοις ἐναντίος ὁ αἴσχιστος⁑
Comments on 2.220
msA 2.387: πλεῖαί τοι χαλκοῦ: τὸν ἀμετροεπῆ δεικνυσιν: ἃ γὰρ ἕδει ἐπι τῆς προτέρας ἐκκλησίας λέγεσθαι, ὅτε ελεγεν Ἀγαμέμνων ἀγέραστος ἔω , καὶ ῆσθαι δευόμενον , νῦν προβάλλεται: ἴσως τότε, τῶ πρὸς Αχιλλέα φθόνῳ νικώμενος⁑
Comments on 2.225-2.226
msA 2.388: οἴκαδε περ συν νηυσι: συν τῶ στόλῳ: κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου ἐφ όπερ ὁρμήσαντες κατεσχέθησαν: καὶ τὸ φευγωμεν , ἰάσατο⁑
Comments on 2.236
Scholia group: msAim
msAim 2.389: εἴσαιτο: ευκτικὸν αντὶ ὁριστικοῦ τοῦ ἐδόκει: ὡς τὸ καὶ νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης
Comments on 2.215
msAim 2.390: ὅτι ἅπαξ εἴρηται εστι δὲ φολκος ὁ τὰ φάη εἰλκυσμένος ὅ εστιν εστραμμένος⁑
Comments on 2.217
msAim 2.392: ὁ τὲ σύνδ ἐγκλιτικὸς ὦν τὴν προ εαυτοῦ συλλα ὀξύνει⁑
Comments on 2.223
msAim 2.393: αντὶ γυναικός
Comments on 2.232
Scholia group: msAint
msAint 2.394: φολκὸς: ὡς ἀνδριαντοπλάστης, ἀπὸ τοῦ καλλιστου ἄρχεται ὡς ὄμματα καὶ κεφαλήν : κάρη κομόωντες ⁑
Comments on 2.217
msAint 2.395: ψεδνή: πιθανῶς: ὁπως μη λανθάνη τὸ φοξὸν τῆ κόμη καλυπτόμενον⁑
Comments on 2.219
msAint 2.396: ὅτι περισσὸς ὁ και ⁑
Comments on 2.229
Scholia group: msAil
msAil 2.397: καὶ οὐ κατα λόγον καὶ τάξιν τοῖς βασιλεύσι φιλονεικεῖν
Comments on 2.214
msAil 2.398: εφαίνετο
Comments on 2.215
msAil 2.399: αισχρότατος
Comments on 2.216
msAil 2.400: στραβος
Comments on 2.217
msAil 2.401: τον ένα
Comments on 2.217
msAil 2.402: συμπεπτωκότε
Comments on 2.218
msAil 2.403: οξυκέφαλος
Comments on 2.219
msAil 2.406: αντὶ ὑιοῦ
Comments on 2.230
previous | next |
---|---|
msA 28r | msA 29r |