Venetus A (Marciana 454 = 822), folio 36, recto

previousnext
msA 35vmsA 36v

Iliad text (25 lines)


Iliad 2.593: καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον


Iliad 2.594: καὶ Πτελεὸν καὶ Ἕλος , καὶ Δώριον , ἔνθά τε Μοῦσαι


Iliad 2.595: ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς

Commented on by msA 2.649


Iliad 2.596: Οἰχαλίηθεν ϊόντα, παρ’ Εὐρύτου Οἰχαλιῆος :

Commented on by msA 2.650


Iliad 2.597: στεῦτο γὰρ εὐχόμενος νικησέμεν. εἴ περ ἂν αὐταὶ

Commented on by msA 2.651


Iliad 2.598: Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο:


Iliad 2.599: αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν. αὐτὰρ ἀοιδὴν

Commented on by msA 2.652, msA 2.653


Iliad 2.600: θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν:

Commented on by msA 2.654


Iliad 2.601: τῶν αὖθ’ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ :


Iliad 2.602: τῷ δ’ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο:


Iliad 2.603: οἱ δ’ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ


Iliad 2.604: Αἰπύτιον παρὰ τύμβον ἵν’ ἀνέρες ἀγχιμαχηταί,

Commented on by msAil 2.662


Iliad 2.605: οἳ Φενεόν τ’ ἐνέμοντο. καὶ Ὀρχομενὸν πολύμηλον.

Commented on by msA 2.656


Iliad 2.606: Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην :


Iliad 2.607: καὶ Τεγέην εἶχον. καὶ Μαντινέην ἐρατεινὴν


Iliad 2.608: Στύμφηλόν τ’ εἶχον καὶ Παρρασίην ἐνέμοντο

Commented on by msAint 2.661


Iliad 2.609: τῶν ἦρχ’ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ .


Iliad 2.610: ἑξήκοντα νεῶν: πολέες δ’ ἐν νηῒ ἑκάστῃ


Iliad 2.611: Ἀρκάδες ἄνδρες ἔβαινον: ἐπιστάμενοι πολεμίζειν:


Iliad 2.612: αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

Commented on by msA 2.657


Iliad 2.613: νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον


Iliad 2.614: Ἀτρείδης . ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει:


Iliad 2.615: οἱ δ’ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον


Iliad 2.616: όσσον ἐφ’ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα

Commented on by msA 2.660


Iliad 2.617: πέτρη τ’ Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει.


Other texts (13 passages)


Scholia group: msA

msA 2.649: ‡ἀντόμεναι Θάμυριν : Θάμυρις οὗτος παῖς ἦν Φιλάμωνος καὶ Ἀρσιόυτης νύμφης τὸ γένος Θρᾷξ ὃς ἔσχεν αἰσχρὸν ἔρωτα πρῶτος ἀρξάμενος ἐρᾶν ἀρρένων οὗτος κάλλει πολλῶν διενεγκῶν καὶ κιθαρωδίᾳ περι μουσικῆς ἐρίσας ταῖς Μούσαις συνέμενος ἀν μὲν κρεῖττων εὑρεθῇ πλειάσαι πάσαις: ἐὰν δὲ ἡττηθῇ στερηθῆναι οὐδ ἂν ἐκεῖναι θέλωσιν καθυπέρτεραι δὲ αἱ Μοῦσαι γενόμεναι τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας καὶ τοῦ νοῦ ἐστέρησαν⁑

Comments on 2.595


msA 2.650: Οἱχαλίηθεν ἰ¨όντα: ὅτι Θεσσαλίας ἡ Οἱχαλία καθ Ὅμηρον οἱ δὲ νεώτεροι ἐπ Ευβοίας πεποιήκασιν⁑

Comments on 2.596


msA 2.651: στεῦτο γὰρ εὐχόμενος: ὅτι τὸ στεῦτο κατα διάνοιαν ὡρίζετο οὐκ επι τῆς τῶν ποδῶν στάσεως ὡς ἐν τοῖς κατὰ τὴν ἡθετημένοις στεῦτο δὲ διψάων . καὶ ὅτι εἴπερ ἂν αὐταί ἀντι τοῦ ει καὶ αὐται ⁑

Comments on 2.597


msA 2.653: πηρὸν θέσαν: ὡς χρηστὸν κατ οξείαν τασιν παρα τῷ ποιητῇ παρα δὲ τοῖς Ἀττικοῖς πῆρον ὡς λῆρον : ὑγιεστέρα δὲ ἡ παρα τῷ ποιητῇ ἀνάγνωσις: ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ ητ ὀξύνονται οἶον πηός : πηλός . οὕτως καὶ πηρός ⁑

Comments on 2.599


msA 2.654: καὶ ἐκλέλαθον κιθαριστύν: ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλοντο: ἐπι δὲ τοῦ διδακτικοῦ ἐκλέλαθον ὃ γὰρ ἔμαθεν τις οὐκ απόλλυσιν ἐπιλήθεται δὲ⁑

Comments on 2.600


msA 2.655: οἱ δ’ ἔχον Ἀρκαδίην : Ἀρκαδία ἀπο Ἀρκάδος τοῦ Διὸς οὗ Ἀμφιδάμας οὗ Ἀλεός . οὗ Ἀγκαῖος , οὗ Ἀγαπήνωρ Κυλλήνη ὄρος ὑφηλὸν τῆς Ἀρκαδίας καὶ πό οῦσα παρ’ αυτῷ ὁμώνυμος ἐν ᾧ ὄρει δοκεῖ Ἑρμῆς γεγενῆσθαι ἐκ Μαίας τῆς Ἄτλαντος θυγατρὸς καὶ Διὸς ὅθεν Κυλλήνιον τὸν θεὸν φασίν⁑

Comments on 2.603-2.609


msA 2.656: οἳ Φενεόν τ᾽ ἐνέμοντο: προς τὴν ὁμωνυμίαν τοῦ Ὀρχομενοῦ ὅτι τῷ ἐπιθετῳ διέσταλκεν⁑

Comments on 2.605


msA 2.657: αὐτὸς γάρ σφιν: ἀπο τούτου ἕως τοῦ Ἀτρείδης ἐπεὶ οὔ σφι Ζηνόδοτος ἠθέτηκε τρεῖς στίχους. ἀναγκαιοι δὲ εἰσὶ παριστόρηται γὰρ δι αυτῶν ὅτι παρέσχεν αὐτοῖς ναῦς ὁ Ἀγαμέμνων ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει

Comments on 2.612


msA 2.658: αὐτὸς γάρ σφιν: ἐπεὶ μεσογείους ὄντας εἰς Ἴ¨λιον ἐπήγαγεν λύει τὸ ζήτημα πόθεν εἶχον ναῦς⁑

Comments on 2.612-2.614


msA 2.659: οἱ δ’ ἄρα Βουπράσιον : Βουπρασιον πό ἡ δὲ χῶρα Ἧλις . ὁρίοις δὲ αὐτὴν περιγράφει μὴ θέλων πάλιν λεπτολογεῖν τὰ κατα μερος⁑

Comments on 2.615-2.617


msA 2.660: ὅσον ἐφ Υρμΐνη ἐφ ὅσον ἥ τε Ὑρμηνη καὶ ὁ Μύρσινος καὶ τὸ Ἀλείσιον καὶ ἡ Ωλενία πέτρα ἐντὸς συνεῖχον τοῦ παντὸς οἱ Ήλειοι ἐβασίλευον. ἡ διπλη δὲ ὅτι Ζηνόδοτος συν τῷ ϊ γράφει γίνεται δὲ ἀκατάλληλος ὁ λόγος⁑

Comments on 2.616


Scholia group: msAint

msAint 2.661: ὡς Εὔμηλον ΐδιον γὰρ⁑

Comments on 2.608


Scholia group: msAil

msAil 2.662: τοῦ Αιγυπτίου

Comments on 2.604


previousnext
msA 35vmsA 36v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1