Venetus A (Marciana 454 = 822), folio 36, verso

previousnext
msA 36rmsA 37r

Iliad text (25 lines)


Iliad 2.618: τῶν αὖ, τέσσαρες ἀρχοὶ έσαν: δέκα δ’ ἀνδρὶ ἑκάστῳ


Iliad 2.619: νῆες ἕποντο θοαὶ: πολέες δ’ ἔμβαινον Ἐπειοί :


Iliad 2.620: τῶν μὲν ὰρ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην


Iliad 2.621: υἷες ὁ μὲν Κτεάτου . ὁ δ’ ἂρ Εὐρύτου Ἀκτορίωνε:

Commented on by msA 2.663


Iliad 2.622: τῶν δ’ Ἀμαρυγκείδης , ἦρχε κρατερὸς Διώρης :


Iliad 2.623: τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς


Iliad 2.624: υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος:


Iliad 2.625: οἱ δ’ ἐκ Δουλιχίοιο Ἐχῑνά̄ων θ’ ἱ῾εράων

Commented on by msA 2.664


Iliad 2.626: νήσων. αἳ ναίουσι πέρην ἁλὸς Ήλιδος ἄντα.

Commented on by msAim 2.672


Iliad 2.627: τῶν αὖθ’ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ


Iliad 2.628: Φυλείδης . ὃν τίκτε Διῒ φίλος ἱ̈ππότα Φυλεύς :


Iliad 2.629: ὅς ποτε Δουλίχιον δ’ ἀπενάσσατο πατρὶ χολωθείς:

Commented on by msA 2.665, msA 2.666, msA 2.667


Iliad 2.630: τῷ δ’ ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο:


Iliad 2.631: Αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους:


Iliad 2.632: οἵ ῥ’ Ἰ̈θάκην εἶχον. καὶ Νήριτον εἰνοσίφυλλον:


Iliad 2.633: καὶ Κροκύλει’ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν.


Iliad 2.634: οἵ τε Ζάκυνθον ἔχον. ἠδ’ οἳ Σάμον ἀμφενέμοντο:

Commented on by msA 2.668


Iliad 2.635: οἵ τ’ ἤπειρον ἔχον. ἠδ’ ἀντιπέραι’ ἐνέμοντο:


Iliad 2.636: τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διῒ μῆτιν ἀτάλαντος:


Iliad 2.637: τῷ δ’ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρηοι.

Commented on by msA 2.669


Iliad 2.638: Αἰτωλῶν δ’ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱὸς:


Iliad 2.639: οἱ Πλευρῶν ‘ ἐνέμοντο. καὶ Ὤλενον . ἠδὲ Πυλήνην :


Iliad 2.640: Χαλκίδα τ’ ἀγχίαλον. Καλυδῶνά τε πετρήεσσαν:


Iliad 2.641: οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν:

Commented on by msA 2.670


Iliad 2.642: οὐδ’ ὰρ ἔτ’ αὐτὸς έην. θάνε δὲ ξανθὸς Μελέαγρος :

Commented on by msA 2.671


Other texts (10 passages)


Scholia group: msA

msA 2.663: ‡υἷες ὁ μὲν Κτεάτου: ὅτι παρα τὸ ἠθισμένον προς τὸ πρότερον ἀπήντηκεν ἔστι γὰρ ὁ προκατειρημένος Ἀμφίμαχος Κτεάτου υἱὸς ὁ δὲ Θάλπιος Εὐρύτου καὶ ὅτι οὕτως εἴρηκεν Ἀκτορίωνε δέον Ακτοριώνων ⁑

Comments on 2.621


msA 2.664: οἱ δ’ ἐκ Δουλιχίοιο : ὅτι οὐχ ὡς κεχωρισμένου Δουλυχίου τῶν Ἐχινάων οὕτως εἴρηκεν ἀλλ αντι τοῦ ἐκ Δουλιχίου καὶ τῶν ἄλλων Ἐχινάδων καὶ ὅτι ἀπο τοῦ Ἔχινα εἴρηκεν Ἐχινάων ⁑

Comments on 2.625


msA 2.665: ἔς ποτε Δουλίχιον προς τὴν ἀμφιβολείαν πότερον ὁ Μέγης ἀπῴκησεν ἢ ὁ Φυλεὺς ὃ καὶ μηρικώτερον Ὅμηρος γὰρ ἀεὶ προς τὸ δεύτερον πρότερον ἀπαντᾷ⁑

Comments on 2.629


msA 2.666: Δουλίχιον νῆσος πρὸ τῆς Κεφαλληνίας αἱ δὲ Ἐχινάδες νῆσοι εἰσὶ τῆς Ἀκαρνανίας παρα ταῖς ἐκβολαῖς τοῦ Ἀχελῴου ποταμοῦ ἐν αῖς οἱκατοικοῦντες καλοῦνται ἰ¨οί ⁑

Comments on 2.629


msA 2.667: πατρὶ χολωθεὶς⁑ ὃς εἰς τὸ Δουλίχιον ποτὲ ἀπῳκίσθη δια τὸ καταμαρτυρῆσαι τοῦ πατρὸς Αὐγείου πρὸς Ἡρακλέα περι τοῦ μισθοῦ ὃν ὑπέσχετο παρέξειν τῷ Ἡρακλεῖ ὁ Αὐγείας εἰ καθάροι εν αὐτοῦ τὰς ἐπαύλεις μεταστησας τῆς κόπου τῶν βοῶν ἡ ϊστορία καὶ παρα Καλλιμάχῳ ⁑

Comments on 2.629


msA 2.668: οἵ τε Ζάκυνθον : ὅτι Ζηνόδοτος γράφει ἠδ’ οἰ Σάμη¨ν καὶ ἄμετρον ποιῶν καὶ ἀγνοῶν ὅτι κατα τὸ ἀρσενικὸν ἐνίοτε ἐκφέρεται τὰ εἰς ος λήγοντα μεσσηγὺς Τενέδοιο Σάμοιό τε οὐ γὰρ εἶπε Σάμις τε φρούριον δὲ τῆς Κεφαλληνίας μέχρι νῦν Σάμος ὅπερ φασὶ Ῥωμαῖοι Κάστρον ⁑

Comments on 2.634


msA 2.669: μιλτοπάρηοι: ὅτι ἤδη ἡ μῖξις ἢν ἐπιπολάσασα προς τὴν ζωγραφικὴν ἐξηλαγμέν αιδὲ αἱ Οδυσσέως νῆες ὅπως εἰ καὶ ὁλίγαι ἀλλ οὖν δια τῆς χρίσεως ἐπίσημοι εῖεν καὶ ὅτε δέ οἱ πλεῖν μὴ σκορπίζοιντο ἀμέλει καὶ μέσας αὐτὰς ἔταξαν καὶ τὴν αγορὴν εκεῖσε εποίησαν⁑

Comments on 2.637


msA 2.670: οὐ γὰρ ἔτ’ Οἰνῆος ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν ἴσως ὑποπτεύσας τὸν Μελέαγρον κεχωρισθαι τῶν Οἰνέως παίδων εἴρηται δὲ ἐξ ονόματος κατ εξοχήν καθάπερ ἐπι τοῦ Ζεὺς δ’ ἐπει οῦν Τρώάς τε καὶ Ἕκτορα καὶ γὰρ ὁ Ἕκτωρ Τρῶς ἦν⁑

Comments on 2.641


msA 2.671: οὐδ ὰρ έτ’ αὐτὸς ἔην: ἐὰν στίζωμεν ἐπι τὸ έην, ἔσται τὸ αυτός ἐπι τοῦ Οἰνέως . ἐὰν δὲ βραχὺ διαστέλλωμεν. ὅλος ὁ στίχος ἐπι τοῦ Μελεάγρου καὶ τὸ ἑξῆς οὐδ’ ὰρ ἔτ’ αὐτὸς ἔην ξανθὸς Μελέαγρος θάνε δέ ⁑

Comments on 2.642


Scholia group: msAim

msAim 2.672: ὅτι Ζηνόδοτος γρ οι ναιουσι επι τῶν ἀνδρων οὐ νοεῖτον δε ὅτι ἀντὶ τοῦ ναίονται .

Comments on 2.626


previousnext
msA 36rmsA 37r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1