Venetus A (Marciana 454 = 822), folio 37, recto
previous | next |
---|---|
msA 36v | msA 37v |
Iliad text (25 lines)
Iliad 2.643: τῷ δ’ ἐπὶ πάντ’ ἐτέταλτ˙ο ἀνασσέμεν Αἰτωλοῖσι̃ :
Commented on by msAint 2.684
Iliad 2.644: τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο:
Iliad 2.645: Κρητῶν δ’ Ἰ̈δομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν:
Iliad 2.646: οἳ Κνωσόν τ’ εἶχον. Γόργυνά τε τειχιόεσσαν:
Commented on by msAext 2.685
Iliad 2.647: Λύκτον Μί̄λητόν τε καὶ ἀργινόεντα Λύκαστον :
Iliad 2.648: Φαιστόν τε Ῥύτιόν τε πόλις εὖ ναιεταώσας:
Iliad 2.649: ἄλλοι θ’ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο:
Commented on by msA 2.675
Iliad 2.650: τῶν μὲν ὰρ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν
Iliad 2.651: Μηριόνης τ’ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ:
Iliad 2.652: τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο:
Iliad 2.653: Τληπόλεμος δ’ Ἡρακλείδης ἠύς τε μέγας τε
Iliad 2.654: ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων:
Iliad 2.655: οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες:
Commented on by msA 2.676, msAext 2.686
Iliad 2.656: Λίνδον : Ϊήλυσόν τε καὶ ἀργινόεντα Κάμειρον :
Iliad 2.657: τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν
Iliad 2.658: ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ
Commented on by msA 2.677
Iliad 2.659: τὴν ἄγετ’ ἐξ Ἐφύρης . ποταμοῦ ἀπο Σελλήεντος
Commented on by msA 2.678
Iliad 2.660: πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν:
Iliad 2.661: Τληπόλεμος δ’ ἐπεὶ οὖν τράφ’ ἐνι μεγάρῳ εὐπήκτῳ
Iliad 2.662: αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
Iliad 2.663: ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος :
Commented on by msAext 2.687
Iliad 2.664: αἶψα δὲ νῆας ἔπηξε πολὺν δ’ ὅ γε λαὸν ἀγείρας
Iliad 2.665: βῆ φεύγων ἐπὶ πόντον: ἀπείλησαν γάρ οἱ ἄλλοι
Iliad 2.666: υἱέες υἱωνοί τε βίης Ἡρακληείης:
Iliad 2.667: αὐτὰρ ὅ γ’ ἑς Ῥόδον Ί̈ξεν ἁλώμενος ἄλγεα πάσχων:
Commented on by msA 2.683
Other texts (12 passages)
Scholia group: msA
msA 2.673: Φαιστόν : ὡς πιστὸν ὀξυτόνως: βαρυνόμενον γὰρ ἐπι τοῦ ἥρωος τίθεται Ἱ¨δομενεὺς δ’ ἄρα Φαῖστον ⁑
Comments on 2.648
msA 2.674: Ῥύτιον : προπαροξυτόνως ὡ στάδιον οὐκ εῦ δὲ Τυραννίων παροξύνει αὐτὸ ὡς πεδίον : οὔτε γὰρ ὑποκοριστικὸν οὔτε εἰ ῆν ὑποκοριστικόν παρωξύνετο καθότι τρίβραχυ τοῦτο δὲ εἴπομεν καὶ ἐπι τοῦ Θρόνιον ⁑
Comments on 2.648
msA 2.677: ὃν τέκεν Ἀστυόχεια : ὅτι Ζηνόδοτος γράφει Ἡρακλείῃ καὶ ἄμετρον ποιῶν καὶ οὐχ Ὁμηρικὸν τὸ σχῆμα ἀπο γὰρ τοῦ Ηρακλῆος Ἡρακληείη ἐκπίπτει⁑
Comments on 2.658
msA 2.678: τὴν ἄγετ’ ἐξ Εφύρης : ὅτι ἡ Εφύρα αὕτη ἑτέρα ἐστι τῆς Κορίνθου τῆς Θεσπροτίας οῦσα. καὶ ὅτι συν τῷ σ Σελλήεντα τὸν ποταμὸν λέγ ἀφ’ οῦ τὸ παροικοῦν ἔθνος Σελλοὺς καλεῖ οἱ δὲ νεώτεροι Ἑλλοὺς λέγουσι πλανηθεντες⁑
Comments on 2.659
msA 2.679: αὐτίκα πατρὸς εοῖο: ἱστόρηται ὅτι Τληπόλεμος θεασάμενος Λικύμνιον τὸν μήτρῳα ἤδη γεραιὸν ὑπάρχοντα ὑπό τινος τῶν οἰκείων ἀμελῶς χειραγωγούμενον, ἀφῆκε τὴν βακτηρίαν ἐπι τὸν οἰκέτην: καὶ τούτου μέν ἥμαρτεν πλήξας δὲ τὸν Λικύμνιον ἀκουσίως ἀπέκτεινεν δι’ὃ ἠναγκάσθη γενεσθαι φυγὰς τῆς πατρίδος⁑
Comments on 2.662
msA 2.680: φιλον μήτρωα κατεκτα: Πτολεμαῖος φησὶν ὁ Ἀσκαλωνίτης Ἀρίσταρχον ἀνεγνωκέναι ὁμοίως τῷ ἔκτα συν οὐλομένῃ ἀλόχῳ κατα συστολήν: Τυραννίων δὲ κατ έκτασιν οἶμαι δὲ ἀκόλουθον εἶναι εκείνῃ τῇ γραφῇ τῇ κομιζομένη ὑπ’ Ἀριστάρχου . ὣς ἑμὲν ὅτε δῖον Ἐρευθαλίωνα κατέκτα ἡ μέντοι κοινὴ ἀνάγνωσις ἡ κατα συστολὴν ἀφορμῆς ἔσχε τὴν τῆς ἀποκοπῆς ὁμοίως τῶ οῦτα κατα λαπάρην ⁑
Comments on 2.662
msA 2.681: βῆ φεύγων ἐπὶ πόντον: τὸ μὲν Ὁμηρικὸν ἔθος βῆ φεύγειν προφέρεται ἀλλ’ ὅ γε Ἀρίσταρχος οὐ μετέθηκεν ἀλλ οὕτως γράφει μῆ φεύγων ⁑
Comments on 2.665
msA 2.682: ἀπείλησαν γὰρ οἱ ἄλλοι: ὁ γάρ ὀξύνεται ἵνα ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆς πτώσεως καὶ μη ἄρθρον καὶ γὰρ ἔθος μᾶλλον τῷ ποιητῇ παραλειπεῖν τὰ ἄρθ ⁑
Comments on 2.665
msA 2.683: αὐτὰρ ὅ γ’ ἐς Ρόδον : ὅτι Ζηνόδοτος γράφει αῖψα δ’ ὅ γ’ ἐς Ῥόδον : οὐ δύναται δὲ ταχέως ἐληλυθέναι ἐπι τὴν Ῥόδον ὁ πρότερον μὲν ναῦς πεπηχὼς εἶτα ἁλώμενος καὶ οὐκ εὐθὺ πλοϊκῶς⁑
Comments on 2.667
Scholia group: msAint
msAint 2.684: ἐπι τοῦ Θόαντος ἵν ῆ τούτω:
Comments on 2.643
Scholia group: msAext
msAext 2.685: Γόρτυνά τε
Comments on 2.646
msAext 2.687: ὄζος
Comments on 2.663
previous | next |
---|---|
msA 36v | msA 37v |