Venetus A (Marciana 454 = 822), folio 37, verso
previous | next |
---|---|
msA 37r | msA 38r |
Iliad text (25 lines)
Iliad 2.668: τριχθὰ δὲ ᾤκηθεν, καταφυλαδὸν. ἢ δ’ ἐφίληθεν
Commented on by msA 2.688
Iliad 2.669: ἐκ Διός : ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει:
Commented on by msAim 2.700
Iliad 2.670: καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων :
Commented on by msA 2.689
Iliad 2.671: Νῑρεὺς , αὖ, Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας:
Iliad 2.672: Νιρεὺς . Ἀγλαΐης υἱὸς: χαρόποιό τ’ ἄνακτος:
Commented on by msA 2.692
Iliad 2.673: Νιρεὺς ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴ̈λιον ἦλθε
Iliad 2.674: τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα :
Iliad 2.675: ἀλλ’ ἀλαπαδνὸς ἔην: παῦρος δέ οἱ εἵπετο λαός:
Iliad 2.676: οἱ δ’ ἄρα. Νίσυρόν τ’ εἶχον Κράπαθόν τε Κάσον τε
Commented on by msA 2.694
Iliad 2.677: καὶ Κῶν , Εὐρυπύλοιο πόλιν: νήσους τε Καλύδνας :
Commented on by msAint 2.702
Iliad 2.678: τῶν αὖ, Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην
Iliad 2.679: Θεσσαλοῦ υἷε δύω Ἡρακλείδαο ἄνακτος:
Iliad 2.680: τῶν δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο:
Iliad 2.681: Νῦν, αὖ, τοὺς ὅσσοι, τὸ Πελασγικὸν Ἄργος ἔναιον
Commented on by msA 2.695
Iliad 2.682: οἵ τ’ Ἄλον οἵ τ’ Ἀλόπην : οἵ τε Τρηχῖν’ ἐνέμοντο
Commented on by msAint 2.703
Iliad 2.683: οἵ τ’ εἶχον Φθίην ἠδ’ Ἑλλάδα καλλιγύναικα
Iliad 2.684: Μυρμιδόνες δὲ καλεῦτο καὶ Ἕλληνες καὶ Ἀχαιοὶ .
Commented on by msA 2.697
Iliad 2.685: τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς .
Iliad 2.686: ἀλλ’ οἵ γ’ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο:
Commented on by msA 2.698
Iliad 2.687: οὐ γὰρ ἔην ὅς τί σφιν ἐπὶ στίχας ἡγήσαιτο:
Iliad 2.688: κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
Iliad 2.689: κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο
Commented on by msAim 2.701
Iliad 2.690: τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας
Commented on by msA 2.699
Iliad 2.691: Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης :
Iliad 2.692: καδ δὲ Μύνητ’ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους
Other texts (13 passages)
Scholia group: msA
msA 2.688: ‡τριχθὰ δὲ ᾤκηθεν σεσημείωται προς τὸν ἑξῆς ἀθετούμενον οὐ γὰρ νοήσας τις ὅτι τὸ σημαινόμενον τοιοῦτον ἐστὶ καίπερ οὐκ επι τῆς αὐτῆς οικοῦντες πό ἀλλα τριχῆ διασπαρέντες ἐφιλήθησαν ὑπο ἀλλήλων καὶ οὐ διήχθρευσαν ἐζήτησεν ὑπο τινος ἐφιλήθησαν διὃ προσέθηκε τὸν ἐκ Διὸς ὅς τε θεοῖσι καὶ ἀνοισιν ἀνάσσει ⁑
Comments on 2.668
msA 2.689: καί σφιν θεσπέσιον πλοῦτον: ὅτι Πίνδαρος κυρίως δέδεκται, χρυσὸν ὗσαι τὸν Δία Ὁμήρου μεταφορᾷ κεχρημένου δια τοῦ κατέχευε πρὸς ἔμφασιν τοῦ πλούτου⁑
Comments on 2.670
msA 2.690: Νιρεὺς αὖ Σύμηθεν : ἐνταῦθα τρὶς ὀνομασας τὸν Νιρέα οὐκέτι αὐτοῦ ἐμνήσθη: καὶ τούτου αὐτὸς τὴν αἰτίαν παραδίδωσι λέγων: ἀλαπαδνὸς ἔην παῦρος δέ οι εἵπετο λαος ⁑
Comments on 2.671
msA 2.692: Χαροποιό τ’ ἄνακτος: ὡς Μενάνδροιο καὶ γὰρ ἀπο γενικῆς ευθεία ἐστι παρειλημμένη ὡς τὸ υἱὸς Τροιζήνοιο καὶ εἰς ϊδιότητα ὀφείλει ἡ βαρεῖα τᾶσις παραλαμβάνεσθαι⁑
Comments on 2.672
msA 2.693: Νιρεὺς ὃς κάλλιστος⁑ τρισὶ στίχοις παράκεινται διπλαὶ περιεστηγμέναι ὅτι ἐκ τῶν τριῶν τοὺς δύο ἡθέτηκε Ζηνόδοτος τὸν δὲ μέσον οὐδὲ ἔγραφεν τοῦ Ὁμήρου φιλοτιμουμένου ἐν πᾶσι τὸν Ἀχιλλέα προτεροῦντας στῆσαι⁑
Comments on 2.673-2.675
msA 2.694: Κράπαθόν τε: ὡς λάπαθον οὕτως Κραπαθον καὶ γὰρ ὁ τοιοῦτος χαρακτηρ ὀφείλει βαρύνεσθαι ἐπι θηλυκῶν λέγω δὲ ὁ εἰς θος λήγων ὑπερ δύο συλλαβὰς τῷ α παραληγόμενος ἅμαθος ψάμαθος ⁑
Comments on 2.676
msA 2.695: νῦν αὖ τοὺς ὅσσοι ὅτι Ζηνοδοτος μετέγραφεν οὕτως οἱ δ’ Ἄργος τ’ εἶχον τὸ Πελασγικὸν οὖθαρ ἀρούρης τοῦ Ὁμήρου φιλοτέχνως ὥσπερ προοιμιαζόμενου δια τὸ μεταβαίνειν ἀπο τῶν νήσων καὶ τῆς Πελοπονήσου ἐπι τὸ κατὰ Θεσσαλίαν οὐκ ὄντα συναφῆ τοῖς προειρημέ ⁑
Comments on 2.681
msA 2.696: νῦν αὐ τοὺς ὅσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον⁑ μακρόθεν ὑπακούεται τὸ ἕσπετε ἠ τὸ ἐρέω καὶ τὰ τοιαῦτα τοῖς αιτήμασιν ὑποπίπτει: στικτέον δὲ ἐπι τὸ ἔναιον ἵν’ ᾗ τὸ ἐπιφερόμενον οἵ τ’ Ἄλόν τε καὶ Ἀλόπην ἐνεμοντο τὸ γὰρ οἱ κατ επανάληψιν περισσεύει δύναται δὲ καὶ ὑποστίζεσθαι ἕκαστος στίχος ἕως τοῦ Ἀχαιοὶ κατα τέλος ἡ δε συνήθεια συνάπτουσα τὰ τοιαῦτα τοῖς ἐπάνω οὐ κατορθοῖ οὐ γὰρ μόνοι τὸ Πελασγικὸν Ἄργος κατοικοῦσιν οἱ ὑπ’ Αχιλλεῖ τεταγμένοι τὸ δὲ τοὺς ἀντωνυμία ἐστι διὃ περισπασταῖον τὸ νῦν καὶ τὸ αὖ ⁑
Comments on 2.681-2.685
msA 2.697: Μυρμιδόνες δὲ καλεῦντο: ὅτι μόνους τοὺς ὑπ Αχιλλεῖ τεταγμένους Ἕλληνας καλλεῖ⁑
Comments on 2.684
msA 2.698: ἀλλ’ οἵ γ’ οὐ πολέμοιο ὅτι Ζηνόδοτος ἀθετεῖ ἀπο τούτου ἕως τοῦ τῆς ὅ γε κεῖτ’ ἀχέων στίχους ἐννέα ἀναγκαῖοι δέ εἰσι: δι αὐτῶν γὰρ δηλοῦται ὅτι ἐφ εαυτῶν ἔμενον οἱ Μυρμιδόνες ⁑
Comments on 2.686
Scholia group: msAim
msAim 2.700: ἀθετειται ἡ δε αιτία προείρηται ⁑
Comments on 2.669
msAim 2.701: ὅτι ελλείπει ἡ περὶ πρόθ
Comments on 2.689
Scholia group: msAint
msAint 2.703: Ἰακῶς τὸ ἐνέμοντο: Αρισταρχος ⁑
Comments on 2.682
previous | next |
---|---|
msA 37r | msA 38r |