Venetus A (Marciana 454 = 822), folio 38, recto

previousnext
msA 37vmsA 38v

Iliad text (25 lines)


Iliad 2.693: υἱέας Εὐηνοῖο , Σεληπιάδαο ἄνακτος:


Iliad 2.694: τῆς ὅ γε κεῖτ’ ἀχέων. τάχα δ’ ἀνστήσεσθαι ἔμελλεν:

Commented on by msA 2.704


Iliad 2.695: οἱ δ’ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα

Commented on by msAint 2.712


Iliad 2.696: Δήμητρος τέμενος: Ί̈τωνά τε μητέρα μήλων

Commented on by msA 2.705, msA 2.706


Iliad 2.698: τῶν, αὖ, Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε


Iliad 2.699: ζωὸς ἐὼν, τότε δ’ ἤδη ἔχεν κάτα γαῖα μέλαινα:

Commented on by msA 2.708


Iliad 2.700: τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο


Iliad 2.701: καὶ δόμος ἡμιτελὴς. τὸν δ’ ἔκτανε Δάρδανος ἀνὴρ

Commented on by msA 2.709, msA 2.710


Iliad 2.702: νηὸς ἀποθρῴσκοντα πολυπρώτιστον Ἀχαιῶν :


Iliad 2.703: οὐδε μὲν οὐδ’ οἳ ἄναρχοι ἔσαν: πόθεόν γε μὲν ἀρχὸν:


Iliad 2.704: ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος


Iliad 2.705: Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδᾱο :


Iliad 2.706: αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου


Iliad 2.707: ὁπλότερος γενεῇ: ὁ δ’ ἄρα πρότερος καὶ ἀρείων

Commented on by msAint 2.713


Iliad 2.708: ἥρως Πρωτεσίλαος ἀρήϊος, οὐδ’ έτι λαοὶ


Iliad 2.709: δεύονθ’ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα.


Iliad 2.710: τῷ δ’ ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο:


Iliad 2.711: οἱ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην.


Iliad 2.712: Βοίβην καὶ Γλαφυρὰς , καὶ ἐϋκτιμένην Ἰ̈αωλκὸν


Iliad 2.713: τῶν ἦρχ’ Ἀδμήτοιο φίλος παῖς ἕνδεκα νηῶν


Iliad 2.714: Εὔμηλος , τὸν ὑπ’ Ἀδμήτῳ τέκε δῖα γυναικῶν


Iliad 2.715: Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη:


Iliad 2.716: οἱ δ’ ἄρα Μηθώμην καὶ Θαυμακίην ἐνέμοντο

Commented on by msAext 2.714


Iliad 2.717: καὶ Μελίβοιαν ἔχον: καὶ Ὀλιζῶνα τρηχεῖαν.

Commented on by msA 2.711


Iliad 2.697: ἀγχίαλόν τ’ Ἀντρῶνα ἰ̈δὲ Πτελεὸν λεχεποίην.

Commented on by msA 2.707


Other texts (8 passages)


Scholia group: msA

msA 2.704: ‡τῆς ὅ γε κεῖτ᾽ ἀχέων: ὅτι Ζηνόδοτος γράφει ἀνατάσασθαι ἔμελλεν δια τοῦ καταπροηγουμένως λόγον αἰολίζοντος ἀλλ ουχὶ σπανίως δι’ ευφωνίαν οὐδ’ οἱ Αιολεῖς δὲ οὕτως λέγουσιν⁑

Comments on 2.694


msA 2.706: Δήμητρος τέμενος: τοῦτο καὶ τῶν ἐπάνω καὶ τῶν ἑξῆς χωριστέον ἡ Δημήτριον γὰρ πόλις καθ εαυτήν ἐστιν ἀσυνδετώς δὲ ἐξενήνεκται ὡς καὶ ἐπάνω Ἑρμιόνην Ἄσην τε Τροίζην Ἠϊονας τε ἡ γὰρ Ερμιόνη καὶ ἡ Τροίζην ἀσύνδετα πρὸς τὰ ἐπάνω συνάπτουσιν, ἵν’ ὁ Πύρασος λέγηται Δήμητρος τέμενος δι ευκαρπίαν κακῶς⁑

Comments on 2.696


msA 2.707: ἀχίαλόν τ’ Ἀντρῶνα ὅτι Ζηνόδοτος γράφει ἀχιάλην τ’ Ἀντρῶνα καὶ ἡ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών κοινόν ἐστι τὸ ὄνομα ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος: διάφοροι δὲ καὶ ἄριστοι ὅνοι ἐν Ἀντρῶνι τῆς Θεσσαλίας γίνονται ὅθεν καὶ εἰς παρομίαν παρῆλθεν τὸ Ἀντρώνιος ὄνος⁑

Comments on 2.697


msA 2.709: καὶ δόμος ἡμιτελὴς, τὸν δ’ έκτανε Δάρδανος ἀνήρ⁑ ἤτοι ἄτεκνος ἢ ἀφηρήμενος τοῦ ἑτέρου τῶν δεσποτῶν ἠ ατελείωτος ἔθος γὰρ ἢν τοῖς γήμασι θάλαμον οἰκοδομεῖσθαι. διὃ οἱ πολλοὶ φασὶν ὅτι οἰκοδομῶν θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπι τὸν πόλεμον: βέλτιον δὲ εἰρῆσθαι ἡμιτελῆ διὰ τὸ μὴ γεγενηκότα παῖδας πλεῦσαι: οἱ δὲ ὅτι νεωστὶ γήμας οὐδέπω τελείως τὰ κατὰ τῶν γεγαμηκότος οἷκον διεπράξατο ἀλλα πρότερον ἐστράτευσεν⁑

Comments on 2.701


msA 2.710: Δάρδανος ἀνὴρ: οἱ μὲν τὸν Αἰνείαν ἀπέδοσαν ὅτι βασιλεὺς ἦν Δαρδανίων , οἱ δὲ τὸν Εὕφορβον ἕτεροι Ἕκτορα : τινὲς δὲ Ἀχάτην ἑταιροι τὸν Αἰνείου φονέα Πρωτεσιλάον δύναται δὲ καὶ ἀνωνύμως ἕνα τινὰ τῶν Δαρδανίων λέγειν⁑

Comments on 2.701


msA 2.711: Ὀλιζῶνα : προπερισπωμένως ὡς Μεδεῶνα Νικίας δὲ οὐκ εῦ ὡς περίζωμα⁑

Comments on 2.717


Scholia group: msAint

msAint 2.712: βαρυτονητεον τὸ Φυλὰκην πρὸς ἀντιδιαστο τοῦ ὀξυνομένου⁑

Comments on 2.695


Scholia group: msAext

msAext 2.714: μηθάνην

Comments on 2.716


previousnext
msA 37vmsA 38v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1