Venetus A (Marciana 454 = 822), folio 38, verso
previous | next |
---|---|
msA 38r | msA 39r |
Iliad text (25 lines)
Iliad 2.718: τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων εὖ εἰδὼς
Commented on by msA 2.715
Iliad 2.719: ἑπτὰ νεῶν: ἐρέται δ’ ἐν ἑκάστῃ πεντήκοντα
Iliad 2.720: ἐμβέβασαν. τόξων εῦ εἰδότες ῗφι μάχεσθαι:
Iliad 2.721: ἀλλ’ ὁ μὲν ἐν νήσῳ κεῖτο κρατὲρ’ ἄλγεα πάσχων
Commented on by msAim 2.726
Iliad 2.722: Λήμνῳ ἐν ἠγαθέῃ: ὅθι μιν λίπον υἷες Ἀχαιῶν
Iliad 2.723: ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου:
Commented on by msAext 2.734
Iliad 2.724: ἔνθ’ ὅ γε κεῖτ’ ἀχέων: τάχα δὲ, μνήσεσθαι ἔμελλον
Iliad 2.725: Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος:
Iliad 2.726: οὐδὲ μὲν οὐδ’ οἱ ἄναρχοι ἔσαν. πόθεόν γε μὲν ἀρχὸν:
Iliad 2.727: ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός:
Commented on by msA 2.720
Iliad 2.728: τόν ῥ’ ἔτεκεν Ῥήνη ὑπ’ Ὀϊλῆϊ πτολιπόρθῳ:
Iliad 2.729: οἱ δ’ εἶχον Τρίκκην καὶ Ἰ̈θώμην κλϊμακόεσσαν:
Iliad 2.730: οἵ τ’ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος :
Commented on by msA 2.721
Iliad 2.731: τῶν, αὖθ’, ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
Commented on by msAim 2.727
Iliad 2.732: ἰ̈ητῆρ’ ἀγαθὼ: Ποδαλείριος ἠδὲ Μαχάων :
Iliad 2.733: τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο:
Commented on by msAim 2.728
Iliad 2.734: οἵδ’ ἔχον Ορμένιον : οἵ τε κρήνην Ὑπέρειαν
Iliad 2.735: οἵτ’: ἔχον Ἀστέριον . Τιτανοιό τε λευκὰ κάρηνα.
Commented on by msA 2.722, msAim 2.729
Iliad 2.736: τῶν ἦρχ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱὸς
Iliad 2.737: τῶ δ’ ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο:
Iliad 2.738: οἱ δ’ Ἄργεισαν ἔχον: καὶ Γυρτώνην ἐνέμοντο
Iliad 2.739: Ὄρθην Ηλώνην τε πόλιν τ’ Ολοοσσόνα λευκήν.
Commented on by msA 2.723, msAil 2.732, msAim 2.730
Iliad 2.740: τῶν, αὖθ’. ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
Commented on by msA 2.724
Iliad 2.741: υἱὸς Πειριθόοιο : τὸν ἀθάνατος τέκετο Ζεύς :
Commented on by msA 2.725, msAim 2.731
Iliad 2.742: τόν ῥ’ ὑπο Πειριθόῳ τέκετο κλυτὸς Ἱ̈πποδάμεια
Commented on by msAil 2.733
Other texts (10 passages)
Scholia group: msA
msA 2.715: ‡τὸν δε Φιλοκτήτης ἦρχεν: ὅτι Ζηνοδοτος γράφει τῶν αὖ ἡγεμόνευε Φιλοκτήτης ἀγὸς ἀνδρῶν ὁ δὲ ποιητὴς προδιασυνίστησιν ἐν τῷ , τὴν περι εκάστου ἀρετήν⁑
Comments on 2.718
msA 2.716: Λήμνῳ ἐν ηγαθέῃ: ὅτι ἐν Λήμνῳ ἔμενε καταλελειμμένος ὁ Φιλοκτήτης οἱ δὲ νεώτεροι ἐν τῇ σιδίῳ ἐρήμω
Comments on 2.722
msA 2.717: ἱστόρηται ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς Χρυσῆς καλουμένης Ἀθηνᾶς ἐδείχθη ὑπο ὕδρου. καὶ ἀνιαρῶ τραύματι περιπεσῶν κατελείφθη αὐτόθι ὑπο τῶν Ἑλλήνων ἤδεισαν γὰρ τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀφιοδήκτους⁑
Comments on 2.722
msA 2.718: ἔνθ’ ὅ γε κεῖτ’ ἀχεων: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν ἀναγκαῖον δέ ἐστι γνῶναι ὅτι ὕστερον ἀνεκομίσθη ἐκ Λήμνου ὁ Φιλοκτήτης ⁑
Comments on 2.724
msA 2.719: τάχα δὲ μνήσεσθαι ἔμελλον: ταχέως δὲ οἱ Ἕλλη ἔμελλον μνημονεύειν καὶ χρῄζειν τοῦ Φιλοκτήτου , ἐπειδὴ εἵματο χωρὶς τῶν Ἡρακλέους καθὃ μηδενὸς θελήσαντος ἄλλου ὑφάψαι ἐν τῇ Οίτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ τελευτῇ αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης ⁑
Comments on 2.724
Scholia group: msAim
msAim 2.730: οὕτως ὀξυτόνως ἐπιθετικῶς γὰρ τέτακται Ὀλόσσόνα δὲ οὕτως παροξυτόνως φησὶν ἐν τῇ καθόλου⁑
Comments on 2.739
msAim 2.731: οὕτως ἁσσπάρτην ἵν ῇ ἰδιον⁑
Comments on 2.741
Scholia group: msAil
msAil 2.732: ως Μεθώνην
Comments on 2.739
msAil 2.733: ὅτι αντι τοῦ κλυτὴ κλυτος εἶπεν⁑
Comments on 2.742
Scholia group: msAext
msAext 2.734: μαχθιζοντα
Comments on 2.723
previous | next |
---|---|
msA 38r | msA 39r |