Venetus A (Marciana 454 = 822), folio 39, recto
previous | next |
---|---|
msA 38v | msA 39v |
Iliad text (25 lines)
Iliad 2.743: ἤματι τῷ: ὅτε Φῆρας ἐτίσατο λαχνήεντας
Iliad 2.744: τοὺσδ’ ἐκ Πηλίου ῶσε καὶ Αἰθΐκεσσι πέλασσεν
Commented on by msA 2.735
Iliad 2.745: οὐ κ’ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
Commented on by msA 2.736
Iliad 2.746: υἱὸς ὑπερθύμοιο Κορώνου Καινείδαο :
Iliad 2.747: τοῖς δ’ ἅμα τεσσεράκοντα μελαιναι νῆες ἕποντο:
Iliad 2.748: Γουνεὺς δ’ ἐκ Κύφου ἦγε δυω και είκοσι νῆας:
Iliad 2.749: τῷ δ’ ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
Iliad 2.750: οἱ περὶ Δωδώνην δυσχείμερον οἰκί’ ἔθεντο
Commented on by msA 2.737
Iliad 2.751: οἵ τ’ ἀμφ’ ϊμερτὸν Τιταρήσιον ἔργ’ ἐνέμοντο
Commented on by msAim 2.745
Iliad 2.752: ὅς ῤ’ ἐς Πηνειὸν προΐει. καλλίροον ὕδωρ:
Iliad 2.753: οὐδ’ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ
Iliad 2.754: ἀλλά τε μιν καθύπερθεν ἐπιρρέει ἠΰτ’ ἔλαιον:
Iliad 2.755: ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ:
Commented on by msA 2.738, msA 2.739, msAim 2.746
Iliad 2.756: Μαγνήτων δ’ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός.
Commented on by msAint 2.749
Iliad 2.757: οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
Iliad 2.758: ναίεσκον: τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε
Iliad 2.759: τῷ δ’ ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο:
Iliad 2.760: Οὗτοι ὰρ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν:
Iliad 2.761: τίς ταρ τῶν ὄχ’ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
Commented on by msAext 2.751
Iliad 2.762: αὐτῶν ἢδ’ ἵ̈ππων. οἳ ἅμ’ Ἀτρείδῃσιν ἕποντο:
Iliad 2.763: Ἵπποι μὲν μέγ’ ἄρισται ἔσαν Φηρητιάδᾱο
Commented on by msAim 2.747
Iliad 2.764: τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς:
Commented on by msA 2.740
Iliad 2.765: ὄτριχας οἰέτεας. σταφύλῃ ἐπὶ νῶτον ἐΐσας:
Commented on by msA 2.741, msA 2.742, msA 2.743, msAil 2.750, msAim 2.748
Iliad 2.766: τὰς ἐν πηρείῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων
Commented on by msAext 2.752
Iliad 2.767: ἄμφω θηλείᾱς: φόβον Ἄ̄ρηος φορεούσας:
Commented on by msA 2.744
Other texts (17 passages)
Scholia group: msA
msA 2.735: ‡ καὶ Αἰθῑ’κεσσι πέλασσεν: Δημοκρινὴς ἀγνοήσας Αἰθιόπεσσιν ἔγραφεν κακῶς
Comments on 2.744
msA 2.736: οὐκ οἶος ἅμα τῷ γε: ὅτι δια μέσου τὰ περι τοὺς Κενταύρους παριστόρηται: τὸ δὲ ἑξῆς ἐστι τοῦ λόγου τῶν αὖθ’ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης οὐκ οἶος, ἄμα τῷ γε Λεοντεὺς όζος Ἄρηος ⁑
Comments on 2.745
msA 2.737: οἳ περὶ Δωδώνην : χωρίον ἐν Ὑπερβορέοις τῆς Θεσπρωτίας ἱερὸν Διὸς ἔνθα τὸ ἐκ δρυὸς μαντεῖον τοῦ Δωδωναίου Δϊός ⁑
Comments on 2.750
msA 2.738: ἀπορρώξ: Ἀρισταρχος ὀξυτόνως ὡς θυλακοτρώξ: καὶ ἡ σύνθεσις δὲ τοῦτο ἀπαιτεῖ ὅ τι ἂν σημαίνει εἴτε πάθος εἴτε ἐνέργειαν:
Comments on 2.755
msA 2.739: ὀξυτόνως ἀπορρὼξ ἡ ἀπορροή βαρυτόνως δὲ τὸ ἀπόρρυμα⁑
Comments on 2.755
msA 2.740: ποδώκεας: τινὲς ὡς εὐσεβέας καὶ οὕτως ἐρεῖ ὁ λόγος εἴ γε καὶ τὸ ποδώκὴς ὀφίλει ὀξύνεσθαι καθὃ τὰ εἰς υς ὀξύτονα φυλάσσοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν ἀναδίδωσι τὸν τόνον, δριμὺς ἄδριμυς οὔχ οὕτως δὲ ἔχοντα ἀλλα τρέποντα τὸ τελος ἵσταται ἐπι τῆς ὀξείας ἡδύς ἀηδής: βαρὺς ἀβαρής, ἠΰς ἐνηής οὕτως οὖν ὄφειλε καὶ τὸ ποδωκής ὀξυτονεῖσθαι: γενόμενον ἀπο τοῦ ὠκύς ἀλλα φασὶν εἰς ϊδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονεῖσθαι τὸ ποδώκης παρα γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι ποδώκης δι Ατάλαντι τί οὖν ἐπι τοῦ Δόλωνος κατα βαρεῖαν τάσιν ἀνεγνώκασιν καὶ ἐπι τούτου ὃς δή τοι εἶδος μὲν έην κακὸς ἀλλα ποδώκης ⁑
Comments on 2.764
msA 2.741: ὅτριχας οἰέτεας: συντόμως πᾶσαν ἵππων ἀρετὴν καὶ ὁμοιότητα περιέλαβεν: διαφέρουσι γὰρ ἀλλήλων ἵπποι. ηλικία χρόᾳ μεγέθει γένει δυνάμει τοῦτο δὲ ἔθος τῷ ποιητῇ πολλάκις ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν ἐμφαίνειν ὡς τὸ καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ’ εἰδυῖα : καὶ τὸ οὐ δέμας οὐδε φυήν οὔτ αρ φρένας οὐτέ τι ἔργα ⁑
Comments on 2.765
msA 2.742: οἰἔτεας: ὡς Διομήδεας ἔστι δὲ καὶ ἐπὶ τούτου τοῦ σχηματισμοῦ παράλογος ὁ τόνος: τὰ γὰρ παρα τὰ εἰς ος λήγοντα ουδ δισύλλαβα συντιθέμενα εἰς ης λήγοντα ἐπιθετικὰ μὴ ἔχοντα τὸ η προ τέλους πάντα ὀξύνεται: εὐγενής ἀκλεής εὐειδής: οὕτως δὲ καὶ εὐτειχηςειν, εχρῆν μὲν οὖν καὶ τὰ παρα τὸ έτος τὸ αὐτο ἀναδέχεσθαι: νυνὶ δὲ κατα βαρεῖαν τάσιν ἀναγινώσκουσιν ἀλλ’ οὑδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες ξετέα γὰρ ἀδμήτην ἀναγινώσκουσιν ὡς εὐσεβέα⁑
Comments on 2.765
msA 2.743: σταφυλη: οὕτως σταφύλη ὡς κό΄τυλη: έστι δὲ ἄμφω ἴσας τὸν νῶτον ὡς σταφύλη μετρεῖσθαι ὅ ἐστι λαοξικῷ δικη ὃς ἅμα πλᾶτος καὶ ὕψος μετρεῖ ὁ δὲ διαβήτης μόνον πλάτος⁑
Comments on 2.765
msA 2.744: ἄμφω θηλείας ὅτι τὴν ἐν πολέμῳ φυγὴν φόβον Ἄρεος εἴρηκεν ἀρετὴ γὰρ ἵππων οὐ μόνον διώκειν ἀλλα καὶ ὅτε δέοι ἀταράχως φεύγειν διωκέμεν ἠδὲ φεβεσθαι ⁑
Comments on 2.767
Scholia group: msAim
msAim 2.745: Ἱ¨ακῶς τὸ vέμοντο Ἀρίσταρχος ⁑
Comments on 2.751
msAim 2.746: εἰς αὐτὸν γὰρ ομνυουσιν οἱ ἐπιχώριοι⁑
Comments on 2.755
msAim 2.747: ὅτι προς τὸ δευτερον πρότερον ἀπήντηκεν:
Comments on 2.763
msAim 2.748: διαβητη⁑
Comments on 2.765
Scholia group: msAint
msAint 2.749: χωρὶς τοῦ ν τὸ ῆρχε δια τὸ ἐπιφέρεσθαι δύο σύμφω ⁑
Comments on 2.756
Scholia group: msAext
msAext 2.751: τις γὰρ
Comments on 2.761
msAext 2.752: πιερίη
Comments on 2.766
previous | next |
---|---|
msA 38v | msA 39v |