Venetus A (Marciana 454 = 822), folio 39, verso
previous | next |
---|---|
msA 39r | msA 40r |
Iliad text (25 lines)
Iliad 2.768: ἀνδρῶν αὖ, μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας
Iliad 2.769: ὄφρ’ Ἀχιλεὺς μήνιεν: ὃ γὰρ πολὺ φέρτατος ῆεν:
Commented on by msAim 2.757
Iliad 2.770: ἵπποι θ’ οἳ φορέεσκον ἀμύμονα Πηλείωνα :
Iliad 2.771: ἀλλ’ ὁ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
Iliad 2.772: κεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
Iliad 2.773: Ἀτρείδῃ : λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
Iliad 2.774: δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱ̈έντες
Iliad 2.775: τόξοισίν θ’: ἵπποι δὲ παρ’ ἅρμασιν οἷσιν ἕκαστος
Iliad 2.776: λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
Commented on by msA 2.753
Iliad 2.777: ἕστασαν: ἅρματα δ’ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
Commented on by msA 2.754
Iliad 2.778: ἐν κλισίῃς: οἱ δ’ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
Iliad 2.779: φοίτων ἔνθα καὶ ἔνθα κατα στρατὸν: οὐδ’ ἐμάχοντο:
Iliad 2.780: οἱ δ’ ὰρ ΐσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα, νέμοιτο:
Iliad 2.781: γαῖα δ’ ὑπεστενάχιζε Διῒ ὡς τερπικεραύνῳ
Iliad 2.782: χωομένῳ. ὅτε τ’ ἀμφι Τυφώέϊ γαῖαν ϊμάσσῃ
Iliad 2.783: ειν Αρίμοις. ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς:
Commented on by msA 2.755
Iliad 2.784: ὡς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
Iliad 2.785: ἐρχομένων: μάλα δ’ ὦκα διέπρησσον πεδίοιο:
Iliad 2.786: Τρωσὶν δ’ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ϊ῀ρις
Iliad 2.787: παρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ:
Iliad 2.788: οἱ δ’ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
Iliad 2.789: πάντες ὁμηγερέες, ἠμὲν νέοι ἠδὲ γέροντες:
Iliad 2.790: ἀγχοῦ δ’ ἱ̈σταμένη προσέφη πόδας ὠκέα Ϊ῀ρις :
Iliad 2.791: εἴσατο δὲ φθογγὴν: υἱέϊ Πριάμοιο Πολίτῃ
Commented on by msA 2.756
Iliad 2.792: ὃς Τρώων σκοπὸς ΐζε ποδωκείῃσι πεποιθὼς.
Other texts (5 passages)
Scholia group: msA
msA 2.754: ἔστασαν δασυντέον τὸ ἔστασαν ὑπερσυντέλικος γάρ ἐστι συγκεκομμένος: ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυντέλικος οἱ δὲ ἀόριστοι ψιλὸν ἐπεὶ καὶ κατα ἀποβολὴν τοῦ ε λέγονται: στὰν δὲ μεταστοιχεί καὶ ὁ πρότερος: στῆσαν ἀείραντες : οὐκέτι δὲ ὁ ἕστασαν στάσαν⁑
Comments on 2.777
msA 2.755: εἰν αρίμοις ὅθι φασὶ Τυφωέος : οὕτως Τυφωέος ὡς Ἀχιλλέως καὶ γὰρ Τυφωέϊ γαῖαν ϊμάσσῃ ἀπ ευθείας τῆς Τυφωεύς . συνήθης δὲ αὐτῷ ὁ τοιοῦτος τύπ παρώνυμος⁑
Comments on 2.783
msA 2.756: εἴσατο δὲ φθογγὴν: ἀπὸ τούτου ἕως τοῦ τῶ μιν εεισαμένη ἀθετοῦνται στίχουι πέντε: εἰ γὰρ ἕνεκα τοῦ προἀπαγγεῖλαι ὅτι παραγίνονται οἱ Ἕλληνες ἤρκει ὁ Πολίτης εἴπερ ὅλως ἐπετήρει: εἰ δὲ ἕνεκα τοῦ προτρέψασθαι μὴ τολμῶντος προελθεῖν ἔδει αὐτὸπρόσωπον παρεῖναι. ἔθος τέ ἐστι τοῖς μεταμορφουμένοις θεοῖς κατὰ τὴν ἄφοδον ἀπολιπεῖν, τεκμηριον εἰς ἐπίγνωσιν: οἵ τε λόγοι οὐχ οὕτως εἰσὶν ἐσχηματισμένοι τοῦ Πολίτου ὡς πρὸς πατέρα ἀλλ’ εἰσὶν ἐπιτεταμένοι καὶ ἐπιπληκτικοί: καὶ τὸ Ἕκτορ σὺ δὲ μάλιστ’ ἐπιτελλόμενοι . Πολίτῃ ἀνοίκειον, μᾶλλον δὲ Ἴ¨ριδι ἁρμόζει ἐπιτάσσειν⁑
Comments on 2.791
Scholia group: msAim
msAim 2.757: οὕτως φέρτατος οὐ φέρτερος αἱ Ἀριστάρχου ⁑
Comments on 2.769
msAim 2.758: ἐνταῦθα ἡ ἀνταπόδοσις καὶ προλέγεται καὶ ἐπιλεγεται⁑
Comments on 2.781-2.784
previous | next |
---|---|
msA 39r | msA 40r |