Venetus A (Marciana 454 = 822), folio 40, recto
previous | next |
---|---|
msA 39v | msA 40v |
Iliad text (25 lines)
Iliad 2.793: τύμβῳ ἐπ ακροτάτῳ Αἰσυήταο γέροντος
Iliad 2.794: δέγμενος ὁππότε, ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί :
Iliad 2.795: τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ϊ῀ρις :
Commented on by msAim 2.768
Iliad 2.796: ὦ γέρον. αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν:
Iliad 2.797: ὥς ποτ’ ἐπ’ εἰρήνης. πόλεμος δ’ ἀλίαστος όρωρεν:
Iliad 2.798: ῆ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν.
Commented on by msAint 2.770, msA 2.759, msAil 2.772
Iliad 2.799: ἀλλ’ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα:
Iliad 2.800: λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
Iliad 2.801: ἔρχονται πεδίοιο μαχησόμενοι περι ἄστυ:
Commented on by msA 2.760
Iliad 2.802: Ἕκτορ : σοὶ δὲ μάλιστ’ ἐπιτέλλομαι: ὧδε δὲ ῥέξαι:
Commented on by msAint 2.771, msAil 2.773
Iliad 2.803: πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι
Iliad 2.804: ἄλλη δ’ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων:
Iliad 2.805: τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει:
Commented on by msA 2.761
Iliad 2.806: τῶν δ’ ἐξηγείσθω κοσμησάμενος πολιήτας:
Iliad 2.807: ὡς ἔφαθ’, Ἕκτωρ δ’ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν:
Commented on by msA 2.762
Iliad 2.808: αῖψα δ’ ἔλυσ’ ἀγορὴν. ἐπὶ τεύχεα δ’ ἐσσεύοντο:
Commented on by msA 2.763
Iliad 2.809: πᾶσαι δ’ ὠΐγνυντο πύλαι: ἐκ δ’ έσσυτο λαός:
Commented on by msA 2.764
Iliad 2.810: πεζοί θ’ ἱππῆές τε: πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει:
Iliad 2.811: Ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
Commented on by msAim 2.769
Iliad 2.812: ἐν πεδίῳ ἀπάνευθε, περίδρομος ἔνθα καὶ ἔνθα:
Iliad 2.813: τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν
Commented on by msA 2.765
Iliad 2.814: ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης :
Commented on by msA 2.766, msAil 2.774
Iliad 2.815: ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ’ ἐπίκουροι:
Iliad 2.816: Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαιόλος Ἕκτωρ
Commented on by msA 2.767
Iliad 2.817: Πριαμίδης . ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι:
Other texts (14 passages)
Scholia group: msA
msA 2.759: ἡ μὲν δὴ μάλα πολλὰ: οὕτως αἱ Ἀρισταρχου ἤδη καὶ ἐν τοῖς Πρὸς Κώμανον ὁμοίως προφέρεται καὶ μήποτε παραπλήσίον ἐστι τὸ ήδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν ⁑
Comments on 2.798
msA 2.760: μαχησόμενοι προτι άστυ: οὕτως προτὶ άστυ οὐ περὶ άστυ ἵνα ὦσιν ἐρχόμενοι πρὸς τὴν πόλλϊν ὁμοίως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης γράφουσιν⁑
Comments on 2.801
msA 2.761: τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω: ἀπ’ ἄλλης ἀρχῆς ἀσύνδετος γὰρ ὁ λόγος. τὸ δὲ ἑξῆς τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω πολλοὶ γὰρ κατὰ ἄστυ μέγα τὴν αἰτίαν προλαβόντος τοῦ ποιητοῦ⁑
Comments on 2.805
msA 2.763: αἰψα δ’ έλυσ’ ἀγορὴν: τινὲς ἀπο τοῦ λ τὴν ἀρχὴν ποιοῦνται καὶ προπερισπῶσιν ἵνα ποιητικώτερον γένηται ἔφαμεν δὲ τῶ τοιοῦτω παρὰ τῷ ποιητῇ διαφόρως ὁρᾶσθαι: ἀν δ’ ὰρ έβη Πρίαμος : αὐτὰρ ὁ βῆ ρ’ ϊέναι οὐδ’ έλαθ’ Ἀτρέος υἱόν : ἔμε δ’ οὐ λάθεν ⁑
Comments on 2.808
msA 2.764: πᾶσαι δ’ ὡΐγνυντο πύλαι ὅτι ἔμφασιν ἔχει πολλῶν πυλῶν μία δέ εστι καὶ ἔστι τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι ⁑
Comments on 2.809
msA 2.765: Βάτιειαν : οὕτως προπαροξυτόνως Βατίειαν ὡς Ἀλεξάνδρειαν ⁑
Comments on 2.813
msA 2.766: πολυσκάρθμοιο πολυκινήτου ταχείας δια τὸ πολλὰ ἐνεργεῖν αὐτὴν ἐν τῷ πολέμῳ σκαρθμὸς γὰρ ἡ τῶν ποδῶν κίνησις: Μυρῖνα δὲ Ἁμαζόνος ὄνομα⁑
Comments on 2.814
msA 2.767: κορυθαίολος ὁ αἰόλλων τὴν περικεφαλαίαν ὅ ἐστι κινῶν δια τὰς ἐν τῷ πολέμῳ συνεχεῖς καὶ σφοδρὰς ἐνεργείας ἠ ὁ αἰόλον καὶ ποικίλην ἔχων τὴν περικεφαλαίαν ἠ ὁ εὐκίνητος ἐν τοῖς πολέμοις⁑
Comments on 2.816
Scholia group: msAim
msAim 2.769: οὕτως αιπεῖα ὡς οξεῖα :
Comments on 2.811
Scholia group: msAint
msAint 2.770: τὸν η περισπαστέον ἔστι γὰρ βεβαιωτικοί⁑
Comments on 2.798
msAint 2.771: ὅτι περισσεύει ὁ δὲ σύνδ ⁑
Comments on 2.802
Scholia group: msAil
msAil 2.772: ἤδη μέν
Comments on 2.798
msAil 2.773: προτι
Comments on 2.802
msAil 2.774: ὄνομα
Comments on 2.814
previous | next |
---|---|
msA 39v | msA 40v |