Venetus A (Marciana 454 = 822), folio 40, verso
previous | next |
---|---|
msA 40r | msA 41r |
Iliad text (25 lines)
Iliad 2.818: λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι:
Iliad 2.819: Δαρδανίων αὖτ’ ἦρχεν ἐῢς παῖς Ἀγχίσαο
Commented on by msA 2.775, msAext 2.789
Iliad 2.820: Αἰνείας , τὸν ὑπ’ Ἀγχίσῃ τέκε δῖ’ Ἀφροδίτη
Commented on by msAim 2.786
Iliad 2.821: Ἴ̈δης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα:
Iliad 2.822: οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
Iliad 2.823: Ἀρχέλοχός τ’ Ἀκάμας τε: μάχης εὖ εἰδότε πάσης:
Iliad 2.824: οἱ δὲ Ζέλειαν ἔναιον. ὑπαὶ πόδα νείατον Ἴ̈δης
Commented on by msA 2.776
Iliad 2.825: ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
Iliad 2.826: Τρῶες , τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
Iliad 2.827: Πάνδαρος . ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν:
Commented on by msA 2.777
Iliad 2.828: οἱ δ’ ἂρ Ἀδρήστειάν τ’ εἶχον καὶ δῆμον Ἀπαισοῦ
Commented on by msA 2.778
Iliad 2.829: καὶ Πιτύειαν ἔχον, καὶ Τηρείης ὄρος αἰπύ:
Iliad 2.830: τῶν ἦρχ’ Άδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
Commented on by msAim 2.787
Iliad 2.831: υἷε δύω Μέροπος Περκωσίου , ὃς περι πάντων
Commented on by msA 2.779
Iliad 2.832: ᾔδεε μαντοσύνας. οὐδ’ ἑοὺς παῖδας ἔασκε
Commented on by msA 2.780
Iliad 2.833: στείχειν ἐς πόλεμον φθισήνορα, τῶδέ οἱ οὔ τι
Iliad 2.834: πειθέσθην, κῆρες γὰρ ἄγον μέλανος θανάτοιο:
Iliad 2.835: οἱ δ’ ἄρα, Περκώτην καὶ Πρά̄κτιον ἀμφενέμον
Commented on by msAil 2.790, msAim 2.788
Iliad 2.836: καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον, καὶ δῖαν Ἀρίσβην
Commented on by msA 2.781
Iliad 2.837: τῶν αὖθ’ Ὑρτακίδης ἦρχ’ Άσιος ὄρχαμος ἀνδρῶν.
Iliad 2.838: Άσιος Ὑρτακίδης , ὃν Ἀρίσβηθεν φέρον ἵπποι
Iliad 2.839: αίθωνες μεγάλοι: ποταμοῦ ἄπο Σελλήεντος :
Iliad 2.840: Ἱ̈ππόθοος δ’ άγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
Iliad 2.841: τῶν οἳ Λάρῑσσαν ἐριβώλακα ναιετάασκον:
Iliad 2.842: τῶν ἦρχ’ Ἱππόθοός τε Πύλαιός τ’ όζος Ἄρηος
Commented on by msA 2.785
Other texts (13 passages)
Scholia group: msA
msA 2.775: Δαρδανίων αὐτ’ ῆρχεν: ὅτι τῶν Δαρδάνων ἦρχεν Αἰνείας καὶ αὐτὸς ὢν Δάρδανος πρὸς τὸ τὸν δ’ ἔκτανε Δάρδανος ἀνήρ ⁑
Comments on 2.819
msA 2.776: ὑπαι πόδα: οὕτως ὑπαὶ ὡς καταὶ καὶ παραὶ αἱ γὰρ προθέσεις ἐπαυξανόμεναι δια τοῦ ϊ φυλάσσουσι τὸν αὐτὸν τόνον⁑
Comments on 2.824
msA 2.777: Πάνδαρος . ᾦ καὶ τόξον: ὅτι οὐ τὸ τόξον λέγει, ἀλλα τὴν τοξικὴν ἐμπειρίαν τὸ γοῦν τόξον αὐτῷ ὁ κεραοξόος κατασκευάζει ⁑
Comments on 2.827
msA 2.779: ὃς περι πάντων: οὕτως φυλακτέον τὸν τονον τῆς προθ εἴτε γὰρ πρόθεσις ἐστιν ἀντι προθεσεως παρειλημμένη ἀντι τοῦ ὑπερ πάντων φυλάσσεται ὁ τόνος καθότι πᾶσα πρόθ ἀντι ἑτέρας προθ λαμβανομένη φυλάσσει τὸν αὐτὸν τόνον: εἴτε ἀντι τοῦ περισσὸς φυλάσσει τὸν τόνον ὣς τὸ ῶς περι μὲν νόον ἐστι βροτῶν περὶ δ’ ϊρὰ θεοῖσιν οὐ περὶ μὲν πρόφρων κραδίη καὶ τὸ αἴτιον ἐν ἑτέροις εἴπομεν ὡς ὅτι πρὸς αὐτοὺς τοὺς τόνους τῶν ἐπιρρημάτων καὶ αὐταὶ ορθοτονοῦνται⁑
Comments on 2.831
msA 2.780: οὐδ’ ἑοὺς παῖδας έασκε: οὕτως τὸ αὐτοῦ έασκε κατα συστολην οὕτως καὶ πάντες : τα γὰρ δια τοῦ σκε παρηγμένα Ϊακῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν ὧδε δέ τις εἴπεσκε τὴν αὐτὸς φορέεσκε ⁑
Comments on 2.832
msA 2.781: καὶ Σηστὸν καὶ Ἄβυδον ⁑ πόλεις περι τὸν Ἑλλήσποντον καθ ὰ ὁ Ξέρξης ἐπιστρατευών τῇ Ἑλλάδι συνέδησε ναῦς καὶ ἐπλήρωσε αὐτὰ γῆς ὡς ποιῆσαι αὐτὸν τὸ στράτευμα ὅλον ἄφατον ὂν πεζὸν παρελθεῖν τὸν στενὸν εκεῖνον τῆς θαλάσσης τόπον Ἑλλήσποντος δὲ λέγεται ὁ διείργων τὴν Θρᾴκην καὶ τὴν Τρῳάδα πορθμός: εἴρηται δε Ἑλλήσποντος ἀπο τοῦ εκεῖσε ποντισθῆναι Ἕλλην τὴν Φρίξου μὲν ἀδελφὴν Ἀθάμαντος δὲ θυγατέρα⁑
Comments on 2.836
msA 2.782: τῶν αῦθ’ Ὑρτακίδης : ὅτι ὁ Ἄσιος οῦτος ὁμώνυμός ἐστι τῷ Ἑκάβης ἀδελφῷ ἐσημειοῦτο δὲ ὁ Ἀρίσταρχος τὰς ὁμωνυμίας προς τὰ Πυλαιμενοῦς καὶ πρὸς τὴν ἐπανάληψιν ὅτι πλεονάζει ἐν Ἰ¨λιάδι ⁑
Comments on 2.837-2.838
msA 2.783: αἴθωνες μεγάλοι ὅτι Σελλήεις ποταμὸς ἐπι Ασίας ὁμώνυμος τῇ Θεσπρῳτία ⁑
Comments on 2.839
msA 2.784: ποταμοῦ ἀπο Σελλήεντος : Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἀναστρέφει πρὸς τὰ προσηγορικώτερα ποιούμενος τὰς συντάξεις: ὁμοίως καὶ Νικίας , οὐκέτι μέντοι ἐπὶ τοῦ Ξάνθῳ ἐπι δινήεντι μάχῃ ἐνι κυδιανείρῃ ἐπεφέρετο γὰρ τὰ προσηγορικώτερα, ὁ μέντοι Ἀρίσταρχος τοῖς κυριωτέροις συνέταττε τὰς προθέσεις διὸ ἀναστρεφων ἀνεγίνωσκε Ξάνθου ἀπο δινήεντος , φυλάσσων δὲ τὸν τόνον ἐπι τοῦ ποταμοῦ ἀπο Σελλήεντος εῖτα πολλὰ εἰπὼν ὁ Ηρωδιανὸς φησὶν ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον όλον εῖδος ἀναγινώσκειν κατὰ ἀναστροφήν εἰ γὰρ δύο ὀνόματά ἐστι καθ ενὸς ὑποκειμένου λαμβανόμενα καὶ σχεδὸν ἕν ἐστι τὸ όλον καὶ θέλει ἡ πρόθεσις προἡγεῖσθαι μέση δὲ παρείληπται καθ υποταγὴν ὡς ὑποτετάγμενη ἀναστραφήσεται ⁑
Comments on 2.839
msA 2.785: Πύλαιος τ’ όζος Ἄρηος : τοῦ Πύλαιος τὴν πρώτην ὀξυτονητέον προς ἀντιδιαστολὴν τοῦ τοπικοῦ. καὶ τὸν Ερμῆν τὸν Πυλαῖον ⁑
Comments on 2.842
Scholia group: msAim
msAim 2.787: ὅτι καὶ έτερος Ἄμφιος Περκώσιος Ελατου υἱός⁑
Comments on 2.830
Scholia group: msAil
msAil 2.790: τινὲς ἐκτείνουσι τὴν φυοην τοῦ Πράκτιον
Comments on 2.835
Scholia group: msAext
msAext 2.789: πάεϊς
Comments on 2.819
previous | next |
---|---|
msA 40r | msA 41r |