Venetus A (Marciana 454 = 822), folio 41, recto
previous | next |
---|---|
msA 40v | msA 41v |
Iliad text (23 lines)
Iliad 2.843: υἷε δύω Λήθοιο Πελᾱσγοῦ Τευταμίδᾱο :
Iliad 2.844: αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως
Iliad 2.845: ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει:
Iliad 2.846: Εὔφημος δ’ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
Iliad 2.847: υἱὸς Τροιζήνοιο διοτρεφέος. Κεάδᾱο :
Commented on by msA 2.791
Iliad 2.848: αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
Iliad 2.849: τηλόθεν ἐξ Αμυδῶνος ἀπ’ Ἀξίου εὐρὺ ῥέοντος
Iliad 2.850: Ἀξίου : οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν:
Iliad 2.851: Παφλαγόνων δ’ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
Commented on by msA 2.792
Iliad 2.852: ἐξ Ενετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων
Commented on by msAint 2.801, msA 2.793
Iliad 2.853: οἵ ῥα Κύτωρον ἔχον, καὶ Σήσαμον ἀμφενέμοντο:
Iliad 2.854: ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ’ έναιον:
Commented on by msA 2.794
Iliad 2.855: Κρῶμνάν τ’ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους :
Iliad 2.856: αὐτὰρ Ἀλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
Iliad 2.857: τηλόθεν ἐξ Ἀλύβης , ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
Iliad 2.858: Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής:
Commented on by msA 2.797
Iliad 2.859: ἀλλ’ οὐκ οἰωνοῖσιν ἐρύσσατο κῆρα μέλαιναν
Iliad 2.860: ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδᾱο
Iliad 2.861: ἐν ποταμῷ ὅθι περ Τρώας κεράϊζε καὶ ἄλλους:
Iliad 2.862: Φόρκῡς αὖ, Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής:
Commented on by msA 2.799
Iliad 2.863: τῆλ’ ἐξ Ἀσκανίης . μέμασαν δ’ ὑσμῖνι μάχεσθαι:
Iliad 2.864: μῄοσιν αῦ, Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
Iliad 2.865: υἷε Ταλαιμένεος , τὼ γυγαίῃ τέκε λίμνη
Commented on by msA 2.800
Other texts (10 passages)
Scholia group: msA
msA 2.791: υἱὸς Τροιζήνοιο : οὕτως Τροιζήνοιο ὡς Εὐμήλοιο ἀπο γὰρ γενικῆς τῆς Τροίζηνος ἐγένετο εὐθεία ἔθει ποιητικῷ⁑
Comments on 2.847
msA 2.792: Παφλαγόνων δ᾽ ἡγεῖτο: ὅτι οῦτος ἐστι Πυλαιμένης περι οῦ πολλοὶ τῶν ἀρχαίων ἐζητήκασιν⁑
Comments on 2.851
msA 2.794: ἀμφί τε Παρθένιον ποταμὸν : τοῦτον ἕνιοι λέγουσιν δια τὴν πραότητα οὕτως προσαγορεύεσθαι: ἢ ἐπειδὴ παρθένος οῦσα ἐν αυτῷ ἐλούσατο⁑
Comments on 2.854
msA 2.795: αὐτὰρ ἀλιζώνων Ὀδίος ὅτι καὶ ἕτερος ἐστιν Ὁδίος ὁμώνυμος καὶ παρα τοῖς Ἕλλησιν Ἐπίστροφος ⁑
Comments on 2.856
msA 2.796: Ἀλιζῶνες δὲ ἔθνος Πόντου εἰσι δὲ οῦτοι βοιωτοὶ οὕς τινας Οἴνοπας φασὶ οἱ δὲ ἔθνος Αἰακῶν⁑
Comments on 2.856
msA 2.797: Μυσῶν δὲ Χρόμις ὅτι νῦν μὲν Χρόμιν ἐν ἄλλοις δὲ λέγει Χρόμιον τὸν αὐτον⁑
Comments on 2.858
msA 2.798: ἀλλ’ εδάμη ὑπο χερσὶ: ἀθετοῦνται ἀμφότεροι ὅτι κατα τὴν περιποταμίαν μάχην οὐχ εὑρίσκεται επ’ ονόματι πίπτων εἴωθεν δὲ ὁ ποιητὴς τοὺς τῶν ηγεμόνων θανάτους διαδήλως λέγειν ἐὰν δὲ μὴ ὁρισθῇ ὁ τόπος καὶ ὁ καιρὸς δύναται ὁ ετερος μένειν⁑
Comments on 2.860-2.861
msA 2.799: ‡τῆλ᾽ εξ Ασκανίης : ὅτι οἱ νεώτεροι τὴν Τροίαν καὶ τὴν Φρυγίαν τὴν αὐτὴν λέγουσιν ὁ δε Ὅμηρος οὐχ οὕτως: Αἰσχύ δὲ συνέσχεεν. οὗτοι δὲ τῆς μικρᾶς εἰσι Φρυγίας : ἡ δὲ μεγάλη παρα τῷ Σαγγαρίῳ κεῖται ὅθεν καὶ Ἄσιος ὃς μήτρως ἢν Ἕκτορος ἱπποδάμοιο ⁑
Comments on 2.862
msA 2.800: τῷ Γυγαίη τέκε λίμνη: ἄνευ τοῦ ϊ Γυγαίη τέκε λίμνη ἡ κατα Ἀρίσταρχον εἶχε διόρθωσις: οἱ δὲ περὶ Χαῖρον καὶ Διόδωρον καί τισι τῶν καθ ημᾶς προστιθέασι τὸ ϊ ἵν’ λίμνῃ ἐπι Γυγαίῃ τέκε κακῶς μηδέποτε γὰρ Ὅμηρον λημνῶν τέκνα ἱστορεῖν. βίαιοι δέ εἰσι⁑
Comments on 2.865
Scholia group: msAint
msAint 2.801: ὅτι Ζηνοδοτος γράφει ἐξ Ενέτης ⁑
Comments on 2.852
previous | next |
---|---|
msA 40v | msA 41v |