Venetus A (Marciana 454 = 822), folio 41, verso

previousnext
msA 41rmsA 42r

Iliad text (12 lines)


Iliad 2.866: οἳ καὶ Μῃόνας ἦγον˙ ὑπο Τμώλῳ γεγαῶτας:


Iliad 2.867: Νάστης αὖ, Καρῶν ἡγήσατο βαρβαροφώνων

Commented on by msA 2.802


Iliad 2.868: οἳ Μίλητον ἔχον: Φθῑρῶν τ’ ὄρος ἀκριτόφυλλον

Commented on by msA 2.803


Iliad 2.869: Μαιάνδρου τὲ ῥοὰς, Μυκάλης τ’ αἰπεινὰ κάρηνα:

Commented on by msA 2.804


Iliad 2.870: τῶν μὲν ὰρ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην:


Iliad 2.871: Νάστης Ἀμφίμαχός τε Νομίονος , ἀγλαὰ τέκνα:


Iliad 2.872: ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ’ ΐεν ἠΰτε κούρη

Commented on by msA 2.805


Iliad 2.873: νήπιος. οὐδέ τι οἱ τό γ’ ἐπήρκεσε λυγρὸν ὄλεθρον:


Iliad 2.874: ἀλλ’ ἐδάμη ὑπο χερσὶ ποδώκεος Αἰακίδαο


Iliad 2.875: ἐν ποταμῷ: χρυσὸν δ’ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων:


Iliad 2.876: Σαρπηδὼν δ’ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων


Iliad 2.877: τηλόθεν ἐκ Λυκίης Ξάνθου ἄπο δινήεντος:

Commented on by msA 2.806


Other texts (3 passages)


Scholia group: msA

msA 2.804: Μαιάνδρου τὲ ροὰς: Μαίανδρος ποταμὸς ἀρχόμενος ἀπο Φρυγίας ῥέων δὲ τὸ Καριάς εἰς θάλασσαν πλησίον Μιλήτου σκολιὸς δέ ἐστι καὶ πολλὰς ἐκροιὰς ποιουμενος⁑

Comments on 2.869


msA 2.805: ὃς καὶ χρυσὸν ἔχων: ὅτι ἐπι τοῦ Ἀμφιμάχου ἐστι τὸ ὃς καὶ χρυσὸν ἔχων ὁ δε Σιμωνίδης ἐπι τοῦ Νάστου λέγει καὶ οὕτι οὐ λέγει ὅπλα αὐτὸν ἔχειν χρυσᾶ ὡς καὶ πάλιν ὁ Σιμωνίδης ἐξέλαβεν ἀλλα κόσμον χρυσοῦν λέγει γὰρ ἠΰτε κούρη: ἐνεπλέκοντο γὰρ χρυσὸν οἱ βάρβαροι πλόχμοι θ’ οἱ χρυσῷ τε καὶ ἀργύρω εσφήκωντο ⁑

Comments on 2.872


msA 2.806: Ξάνθου ἀπο δινήεντος: πᾶσα πρόθεσις μεταξὺ κυρίου καὶ επιθετικου τῷ κυρίῳ ἕπεται κατα Ἀρίσταρχον . κατα δὲ Πτολεμαῖον τῷ προσηγορικωτέρω: κατὰ δὲ Ἀπόλλωνιον πάντως ἀναστρέφεται: τὸ δὲ Ξάνθου , προς τοὺς Ζελήτας Λυκίους ⁑

Comments on 2.877


previousnext
msA 41rmsA 42r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1