Venetus A (Marciana 454 = 822), folio 42, recto

previousnext
msA 41vmsA 42v

Iliad text (26 lines)


Iliad 3.title: ΙΛΙΑΔΟΣ Γ


Iliad 3.1: Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι,

Commented on by msA 3.5, msA 3.1, msA 3.671


Iliad 3.2: Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ’ ἴ̈σαν ὄρνιθες ὣς :

Commented on by msAint 3.4, msA 3.8


Iliad 3.3: ἠΰτέ περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό:

Commented on by msA 3.10


Iliad 3.4: αἵ τ’ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον

Commented on by msA 3.12


Iliad 3.5: κλαγγῇ ταί γε πέτονται ἐπ’ ὠκεανοῖο ῥοάων

Commented on by msA 3.15


Iliad 3.6: ἀνδρᾶσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι:

Commented on by msA 3.16


Iliad 3.7: ἠέριαι δ’ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.


Iliad 3.8: οἱ δ’ αρ’ ΐσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ


Iliad 3.9: ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.


Iliad 3.10: Εὖτ’ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην

Commented on by msAint 3.22, msA 3.23


Iliad 3.11: ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,

Commented on by msA 3.25


Iliad 3.12: τόσσόν τίς τ’ ἐπιλεύσσει ὅσον τ’ ἐπὶ λᾶ̄αν ΐησιν:


Iliad 3.13: ὡς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ώρνυτ’ ἀελλὴς

Commented on by msAint 3.28


Iliad 3.14: ἐρχομένων: μάλα δ’ ὦκα διέπρησσον πεδίοιο.


Iliad 3.15: Οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν’ ΐόντες,


Iliad 3.16: Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς

Commented on by msAint 3.31


Iliad 3.17: παρδαλέην ὤμοισιν ἔχων : καὶ καμπύλα τόξα


Iliad 3.18: καὶ ξίφος: αὐτὰρ ὃ δοῦρε δύω κεκορυθμένα χαλκῷ

Commented on by msA 3.674


Iliad 3.19: πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους


Iliad 3.20: ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.

Commented on by msAint 3.43


Iliad 3.21: Τὸν δ’ ὣς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος


Iliad 3.22: ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβῶντα,

Commented on by msAint 3.49, msA 3.672, msAil 3.46


Iliad 3.23: ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας


Iliad 3.24: εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα

Commented on by msA 3.673


Iliad 3.25: πεινάων: μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν

Commented on by msAint 3.55, msA 3.50


Other texts (17 passages)


Scholia group: msA

msA 3.5: ‡ αὐτὰρ ἐπεὶ ἄμφω τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ εξίσταται τοῦ ἤθους ὥστ’ ὄϊες πολυπάμμονος καὶ ἐς Τρώων όμαδον κίεν ⁑

Comments on 3.1


msA 3.1: διαφε δὲ ὁ ἀυτὰρ τοῦ δὲ . καθὸ ὁ μὲν αὐτὰρ προτάσσεται ὁ δὲ δὲ ὑποτάσσεται: ζητεῖται δὲ πῶς δὴ τὸν αὐτὰρ συνδ προφέρεσθαι πότερον ὀξυτόνως ἢ βαρυτόνως: οἱ μὲν οὖν ὀξυτόνως ἀνεγνώκασιν ὡς Καλλίμαχος οἱ δὲ βαρυτόνως λόγῳ τῶδε: πᾶσα λέξις εἰς αρ λήγουσα βαρύνεται οἷον ἄφαρ εἴθαρ δάμαρ στέαρ οὖθαρ : ῥητέον δὲ ὅτι οὐδεὶς συμπλεκτικὸς ἢ περισπᾶται ῆ βαρύνεται πάντες δὲ οξύνονται ⁑

Comments on 3.1


msA 3.671: κόσμηθεν ὁ τρόπος μεταφορά ἄπο τοῦ κόσμου ὅθεν καὶ ἡ τῶν όλων τάξις κόσμος ὑπο Πυθαγόρου εἴρηται ἡ δε διάλεκτος Δωρὶς εὐταξία δὲ μάλιστα πόλεμος κατορθοῦται ⁑

Comments on 3.1


msA 3.8: ὄρνιθες ὥς βραχὺ διασταλτέον ἐπι τὸ ὡς ἡ γὰρ ἀνταπόδοσις πρόκειται καὶ ἀνεστραμμένη ἡ περίοδος ἐστιν ⁑

Comments on 3.2


msA 3.15: ῥοάων ἀντι τοῦ εἰς ροὰς τὸ αδιάλειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει την κλαγγην τὰδε δειλότερα των ζώων φωνητικώτερα μᾶλλον των ἀνδρείων ⁑

Comments on 3.5


msA 3.16: Πυγμαίοι καὶ τῶ ξένω της ἱςτορίας ψυχαγωγεῖ καὶ τὸν θροῦν αὔξει φησὶ δὲ αὐτοὺς Εκαταῖος ἐπι σχημάτων κριῶν ἐξιόντας ἀλέξασθαι αὐτάς τὰς δε καταφρονούσας τοῦ μήκους πολεμεῖν προς αὐτους ⁑

Comments on 3.6


msA 3.40: τὸ πάλλον καὶ τὸ ἀντίβιον ἀθετοῦνται ἀμφότεροι: ὁ γὰρ παρδαλέην ἀνειληφὼς καὶ τοξικὴν στολὴν ἔχων οὐκ ἂν προκαλοῖτο εἰς μονομαχ ἀλλ’ ὕστερον ἐπι τουτ ἔρχεται ὀνειδισθεὶς ὑφ’ Ἕκτορος ἄτοπον δὲ καὶ τὸ ἅμα πάντας προκαλεῖσθαι

Comments on 3.19-3.20


msA 3.50: ἡ ἔλαφον ὁ μὲν ἐλάφῳ καὶ τεθνειῶτι: ὁ δὲ λέοντι καὶ πεινῶντι παρείκασται. χαλεπος δέ εστι πεινῶν ὁ λέων ὅσον ἥμερος βεβρωκός. τῶν γὰρ ἀλλων εστὶ ζώων θερμότερος. ὥσπερ οὖν λέοντα παροξύνει λιμός εἰς ἀπερίσκεπτον κίνδυνον οὕτως και νεόν ἄνδρα πολεμιου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται

Comments on 3.25


msA 3.673: ἤ ἔλαφον κεραόν αἱ γὰρ θήλειαι τῶν ἐλαφων οὐ κερατοφοροῦσιν: ἔλαφος δὲ εἴρητ παρὰ τὸ έλειν τοὺς όφεις οἷονεὶ ἔλαφος τίς οῦσα τούτους γὰρ ἐσθίουσα καθαίρεται φυσικῶς οὕτως γοῦν οἱ ὄφεις ὅτε ἀφανισθῶσιν αύτη τὸ κέρας αὐτῆς προστριβῆ εἰς πέτραν ὅ θερμαινόμ ποιεῖ τινὰ ἀναθυμίασιν, ἧς μεταλαμβανόμ οἱ όφεις τῶν φολεῶν εξίουσιν ⁑

Comments on 3.24


msA 3.674: καὶ ξίφος αὐτὰρ ὃ δοῦρε Αρίσταρχος ἄνευ τοῦ αρθ αὐτὰρ δοῦρε οὕτως καὶ Αριστοφάνους καὶ ἡ Καλλιστράτου καὶ σχεδὸν οὕτως καὶ αἱ χαριέσταται : καὶ ὁ ϊξίων ἐν τῴ πρωτῳ πρὸς τὰς ἐξηγήσεις ὁμοίως προφέρεται ἔχει δὲ τον Ομηρικὸν χαρακτηρα καὶ ἡ σὺν τῷ ἄρθρω γραφη καίπερ οὐκ οῦσα Αριστάρχειος σύνηθες γὰρ τῷ ποιητ ἐπι τῶν αὐτῶν μένοντι ὑπόνοιαν παρέχειν ὡς περι ἑτέρου διαλέγοιτο προσ ἄρθου καὶ μεταλλάξει τοῦ συνδεσμου ὡς ἐπι τοῦ Κύκλωπος καδ δέ μιν ὕπνος ἤρη: πανδαμάτωρ ὅ δ’ ἔρευγ’ οἰνοβαρείων ἀντὶ τοῦ καὶ ἐρευγετο Ζηνόδοτος δὲ ἡ θετήκε τοῖς ἑξῆς οὐ συντιθέμενον δεῖ δὲ κοινὸν παραλαβεῖν αὐτὰρ ὁ δοῦρε δύω ἔχων καὶ νοεῖν τὸ ἄρθον ἐξ επαναλήψεως παρήμενον ἐπὶ τοῦ αὐτοῦ προσώπου ⁑

Comments on 3.18


Scholia group: msAint

msAint 3.4: ὅτι ἀντὶ τοῦ μετὰ κλαγγῆς καὶ ἐνοπῆς. ἄμφω δὲ ἤχου ὀνόματα ⁑

Comments on 3.2


msAint 3.31: ἀντι του Τρώων πτωτικὸν τὸ σχῆμα ταῖς δοτικαῖς γὰρ ἀντι γενικῶν χρῶνται οἱ ποιηται ⁑

Comments on 3.16


msAint 3.43: ουτως ὁ Αρισταρχος προπερισπᾶ δηϊοτητι ὡς ἀπο ὀξυτόνου ευθ τὸ δε κεφάλαιον ἐκτέταται ἐν τῇ Ιλιακ προσαδ ⁑

Comments on 3.20


msAint 3.49: νεκροῦ γὰρ φασὶ σώματος μὴ άπτεσθαι λέοντα ⁑

Comments on 3.22


msAint 3.55: ὁτι τὸ εἴπερ ἂν αυτὸν ἀντι του ει καὶ αὐτον ὡς ὅταν λεγ εἴπερ ἂν αὐταὶ μοῦσαι θέ δ’ οιεν ἀντι τοῦ καὶ αὐταὶ : και ὅτι ὁ τὲ συνδ περισσός ⁑

Comments on 3.25


Scholia group: msAil

msAil 3.46: τὸ προπαροιθ ὁμίλου ἠτοι τοῖς ἐπάνω προσδοτέον

Comments on 3.22


Scholia group: msAim

msAim 3.682: συναπτέον ἕως του πεινάων φαύλοι γὰρ οἱ συνάπτοντες τὸ πεινάων τοῖς επομενοις ὑποστικτεον δὲ εἰς το αἰζειοί ⁑

Comments on 3.24-3.26


previousnext
msA 41vmsA 42v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1