Venetus A (Marciana 454 = 822), folio 42, verso

previousnext
msA 42rmsA 43r

Iliad text (25 lines)


Iliad 3.26: σεύωνται ταχέες τε κύνες θαλεροί τ’ αἰζηοί:


Iliad 3.27: ὡς ἐχάρη Μενέλαος : Ἀλέξανδρον θεοειδέα


Iliad 3.28: ὀφθαλμοῖσιν ἰδὼν: φάτο γὰρ τίσεσθαι ἀλείτην:

Commented on by msA 3.58


Iliad 3.29: αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.

Commented on by msA 3.60


Iliad 3.30: Τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς


Iliad 3.31: ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ῆτορ,

Commented on by msA 3.62


Iliad 3.32: ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων.


Iliad 3.33: ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη.

Commented on by msA 3.65


Iliad 3.34: οὔρεος ἐν βήσσῃς: ὑπό τε τρόμος ἔλλαβε γυῖα:


Iliad 3.35: ἂψ δ’ ἀνεχώρησεν, ῶχρός τέ μιν εῖλε παρειά.

Commented on by msAint 3.72, msA 3.68, msA 3.70


Iliad 3.36: ὡς αὖτις καθ’ ὅμιλον έδυ Τρώων ἀγερώχων

Commented on by msA 3.74


Iliad 3.37: δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.


Iliad 3.38: Τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν:


Iliad 3.39: Δύσπαρι : εἶδος ἄριστε. γυναιμανὲς. ἠπεροπευτά:

Commented on by msA 3.78


Iliad 3.40: αίθ’ ὄφελες ἄγονός τ’ ἔμεναι: ἄγαμός τ’ ἀπολέσθαι:

Commented on by msA 3.82


Iliad 3.41: καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ῆεν

Commented on by msAim 3.683


Iliad 3.42: ἢ οὕτω λώβην τ’ έμεναι καὶ ὑπόψιον ἄλλων.


Iliad 3.43: ῆ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ

Commented on by msA 3.88


Iliad 3.44: φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν

Commented on by msA 3.92, msA 3.91


Iliad 3.45: εἶδος ἔπ’: ἀλλ’ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.

Commented on by msA 3.93, msA 3.675


Iliad 3.46: ὴ τοιόσδε ἐὼν: ἐν ποντοπόροισι νέεσσι

Commented on by msA 3.96


Iliad 3.47: πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,

Commented on by msA 3.97


Iliad 3.48: μῐχθεὶς ἀλλοδαποῖσι: γυναῖκ’ εὐειδέ’ ἀνῆγες

Commented on by msA 3.676


Iliad 3.49: ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων.

Commented on by msA 3.100, msAil 3.680


Iliad 3.50: πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ:


Other texts (14 passages)


Scholia group: msA

msA 3.60: χαμὰζε ‡ προπερισπᾶται ἐχρὴν δὲ πρὸς τὸν χαρακτῆρα τρίτην ἀπὸ τέλους εἶναι τὴν ὀξείαν συστελλομένου τοῦ α ὥσπερ τὸ Ἀφίδναζε Θήβαζε ἔραζε : χωρὶς εἰ μη ἐστιν ἀφορμη ὅτι ταῦτα ἀπο ὀνομάτων τοῦτο δὲ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί: τὸ δε μέταζε χρονικὸν παρὰ προ παρῆκται ⁑

Comments on 3.29


msA 3.68: ὦχρος οὕτως ὦχρος ὡς μῶμος εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ: τάχα δὲ καὶ ἄχροός ἐστιν ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος καὶ κατα συναλειφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον: ἄλλως τε: τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμ ἀπo τοῦ ω μὴ προσκειμένου τοῦ ϊ βαρύνεται ὦμος ὦμος προσκειται μὴ ἔχοντα τὸ ϊ διὰ τὸ ᾠδός τρῳδός ⁑

Comments on 3.35


msA 3.65: ὡς δ᾽ ὅτε τίς τε δράκοντα ἀνωτέρω περι τοῦ λέοντος ἐξειργάσατο, οὐ τοῦ ἐλάφου τοῦ δρόντος γὰρ ἦν ἡ εἰκῶν: καὶ τὰ μὲν ἄλλα τῶν ζῴων καὶ πόρρωθεν ὁρᾶται μεγέθει ἢ φωνῇ ὄφις δὲ ἐγγὺς γεγονότ παραδόξως ὁρᾶται ὃ συνέβη Ἀλεξάνδρῳ ⁑

Comments on 3.33


msA 3.74: ἀγερώχων ὅτι ἀγερώχους τοὺς Τρῷας οὐμόνον τοὺς Ῥοδίους ὥς τινες ὠήθησαν, δια τὸ ἀγείρειν τὴν ὀχήν τοῦτέστι τὴν τροφήν ὁ γὰρ Ὅμηρος ἀγερώχους τοὺς ἄγαν γεραωχοὺς καὶ σεμνοὺς λέγει ⁑

Comments on 3.36


msA 3.78: Δύσπαρι ἐπι κακῷ ὠνομασμένε Πάρι κακὲ Πάρι καὶ Αλχμὰν φησίν Δύσπαρις Αἰνόπαρις κακὸν Ελλαδι βοτιανείρι ⁑

Comments on 3.39


msA 3.58: ὀφθαλμοῖσιν ϊδων ὅτι Ζηνόδοτος γράφει ἀλείτας τὰς ἁμαρτίας ἐκλαμβάνων. κρεῖττον δὲ αὐτὸν τὸν Ἀλέξανδρον λέγεσ ἀλείτην ⁑

Comments on 3.28


msA 3.93: εἶδος μετα τὸ εῖδος ἔπ᾽ εὰν στίξῃς ὃ καὶ ἄμεινον ἀπο κοινοῦ τὸ φάντες ὅτι καλλὸς μέν ἐστι ειδος δὲ ⁑.

Comments on 3.45


msA 3.88: ἥ που καγχαλόωσι περισπαστέον τὸν η βεβαιωτικὸς γάρ ἐστι καὶ ἰσοδυναμεῖ τῷ δή ⁑

Comments on 3.43


msA 3.100: ἐξ απίης γαίης ὅτι ἀπίαν τὸν πολὺ ἀφεστῶσαν οὐχ ὡς οἱ νεώτεροι τὴν Πελοπόννησον ⁑

Comments on 3.49


msA 3.95: ἠ τοιόσδε εὼν τινὲς κατὰ πεῦσιν καὶ θαυμασμὸν: τοιοῦτος ὢν δειλὸς συναγαγὼν πλῆθος διελθὼν πέλαγος γυναῖκα ἀνδρὸς πολεμικοῦ ήγαγες τῷ πρὶ καὶ τοῖς ἄλλοις κακὸν μγ εἶτα ἀπo ἄλλης ἀρχῆς οὐκ ἀν δὴμείνειας Μενέλαον ἠθικῶς μετὰ πεύσεως ἠ διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως τὸν ἤ ἀντὶ τοῦ εἴ εἰ τοιοὺτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ οὐκ ὰν ὑπομείναις τὸν ταύτης ἄνδρα ὃ καὶ προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογ ἔχον ⁑

Comments on 3.46-3.52


msA 3.96: ἐνταῦθα δὲ ἐγκλίνεται ὁ σύνδεσμος ὁμοίως τὸ ἢ καὶ Λαέρτη αὐτὴν ὁδὸν ἄγγε ἔλθω : καί μοι δοκεῖ ἰσοδυναμεῖν τῷ εἴ λέγω δὲ τὸ τοιοῦτον εἰ ἤδεις σάφα οἵη περίφρων Πηνελόπεια ⁑

Comments on 3.46


msA 3.97: ἐπιπλώσας ὁ Ἀπολλώνιος σχηματίζει τὸ ἐπιπλώσας οὕτως πλέω καὶ ἐπιπλώω οὗ symbol ἐπέπλωσα μέτοχὴ επιπλώσας εῖτα ἀποκοπὴ ἐπίπλώς καὶ τὸ ἐπέπλως δὲ ῥῆμα τούνεκα γὰρ καὶ πόντον ἐπέπλως ὁμοίως εκ τοῦ επιπλωσας ἀπεκόπη ὅτι γὰρ τὸ ἐπέπλως οὐκ ἔστιν ἀπὸ θέματος τοῦ πλωμι δῆλον ἐκ τοῦ μηδὲ εῖναι ὡς ἀπὸ τῶν εἰς μι κινημα οὐκ ἀπαρέμφατὸν ἐπιπλῶναι οὐκ εὐκτικὸν ἐπιπλοίην οὐ προστὰκτικον ἐπίπλοθι οὐκ ἄλλο οὐδέν: ἔδει δὲ καὶ τὴν μετοχὴν εῖναι ἐπίπλους ὡσβιοὺς καὶ γνούς ὅτι γὰρ οὐ Δωρικῶς ἐτράπη εἰς τὸ ω ὡς βοὺς βῶς δῆλον ἐκ τοῦ μὴ προκεῖσ αὐτοῦ ἐν χρήσει τὸ κοινόν ⁑

Comments on 3.47


Scholia group: msAil

msAil 3.680: νύμφη

Comments on 3.49


Scholia group: msAim

msAim 3.683: στικτέον ἐπι τὸ βουλοίμην τὰ δὲ ἑξῆς συναπτέον ἕως τοῦ ἄλλων ⁑

Comments on 3.41


previousnext
msA 42rmsA 43r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1