Venetus A (Marciana 454 = 822), folio 43, recto
previous | next |
---|---|
msA 42v | msA 43v |
Iliad text (25 lines)
Iliad 3.51: δυσμεν έσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ:
Commented on by msA 3.104
Iliad 3.52: οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον .
Iliad 3.53: γνοίης χ’ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν:
Iliad 3.54: οὐκ ἄν τοι χραίσμῃ κίθαρις, τά τε δῶρ’ Ἀφροδίτης :
Commented on by msA 3.108
Iliad 3.55: ἥ τε κόμη τό τε εἶδος, ὅτ’ ἐν κονίῃσι μιγείης.
Commented on by msAil 3.681
Iliad 3.56: ἀλλὰ μάλα Τρῶες δειδήμονες, ῆ τέ κεν ἤδη
Commented on by msA 3.679
Iliad 3.57: λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ’ ὅσσα ἔοργας:
Iliad 3.58: τὸν δ’ αῦτε προσέειπεν Ἀλέξανδρος θεοειδής:
Iliad 3.59: Ἕκτορ : ἐπεί με κατ’ αῖσαν ἐνείκεσας. οὐδ’ ὑπὲρ αῖσαν:
Commented on by msA 3.118
Iliad 3.60: αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς.
Iliad 3.61: ὅς τ’ εἶσιν διὰ δουρὸς ὑπανέρος: ὅς ῥά τε τέχνῃ
Iliad 3.62: νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν:
Iliad 3.63: ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί:
Commented on by msA 3.123, msAext 3.684, msAext 3.729
Iliad 3.64: μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης :
Iliad 3.65: οὔ τοι ἀπόβλητ’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
Iliad 3.66: ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο:
Iliad 3.67: νῦν αῦτ’ εἴ μ’ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι:
Iliad 3.68: ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς ,
Iliad 3.69: αὐτὰρ ἒμ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
Iliad 3.70: συμβάλετ’ ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι:
Iliad 3.71: ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
Commented on by msA 3.136
Iliad 3.72: κτήμαθ’ ἑλὼν εῦ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω:
Iliad 3.73: οἱ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
Iliad 3.74: ναίοιτε Τροίην ἐριβώλακα: τοιδὲ νεέσθων
Commented on by msA 3.138
Iliad 3.75: ῎ Αργος ἐς ἱ̈ππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
Other texts (11 passages)
Scholia group: msA
msA 3.108: κίθαρις ὅτι τινὲς μὴ εὑρίσκοντες κατὰ τὴν ποίησιν τὸν Ἀλέξανδρον κιθαρίζοντα μετέγραψαν οὐκ άν τοι χραίσμη κίδαρις τοῦτο δὲ πιλου γενος εἶναι λέγουσιν πολλα δέ ἐστιν ἅπαξ λεγόμενα παρὰ τῷ ποιητη ⁑
Comments on 3.54
msA 3.113: ἕσσο δια τῶν Β σσ εἶχον αἱ Ἀριστάρχου καὶ οὐ μόνον ἐντοῖς ὑπομνήμασι εἶχον οὕτως, ἀλλὰ καὶ ἐν ἐνίοις λόγος ὑπέκειτο ὅτι ἀνάλογον ἦν τὸ έσσω μιν χλαῖνάν τε καὶ έσσας καὶ ἡ Ζηνοδότου δὲ οὕτως εἶχεν καὶ ἡ Ἀριστοφάνους ⁑
Comments on 3.57
msA 3.116: Ἕκτορ ἐπεί με κατ᾽ αῖσαν μετὰ τὴν κλητικὴν στικτέον κατὰ δὲ τὸ τέλος τοῦστίχου στικτέον ἐν ὑποκρίσει: ὅλη δὲ ἡ ὁμοίωσις διὰ μέσου τὸ γὰρ ἑξῆς ἐπεί με κατ᾽ αῖσαν ἐνείκεσας ⁑
Comments on 3.59-3.64
msA 3.104: κατηφείην δὲ σοὶ αὐτῷ οὕτως κατηφείην σὺν τῷ ν ὡμολόγουν αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀργολική καὶ σχεδὸν ἐν ταῖς χαριεστάταις οὕτως εἶχεν: ἡ δὲ Ζηνοδότου χωρὶς τοῦ ν ⁑
Comments on 3.51
msA 3.118: Ἕκτορ οὐκ ἠθεῖε οὐδὲ κασιγνήτη τε ὡς πολλαχοῦ ἀλλ᾽ Ἕκτορ : πᾶσαν γὰρ προσηγορίαν ὁ θυμὸς ἐξέκοψε ⁑
Comments on 3.59
msA 3.678: ἀπόβλητα τὰ ὑπὸ τῶν θεῶν φησὶ διδόμενα δῶρα οὐκ ἐστιν ἀρνήσασθαι οἷα ἄν εἰσίν, μὴ διδόμενα δὲ παρ’ αὐτῶν. ἀδύνατόν τινὰ λαβεῖν οἰκεία σπουδῇ ⁑
Comments on 3.65
msA 3.679: ἀλλα μάλα Τρῶες ὅτι Ζενοδοτος γράφει ἐλεήμονες οὐκ ἐλεοῦσι δὲ αὐτὸν ἀλλὰ μισοῦσι οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον ῏ϊσον γάρ σφιν πασῖν ἀπήχθετο δια δὲ τὸν Πρίαμον καὶ τὸν ῎ Εκτορα εὐλαβοῦνται αὐτῷ ἀντιπράσσειν ⁑
Comments on 3.56
msA 3.136: ὁππότερος δέ κε ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν κρείσσω : τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπι τῆς ορ ἔχει τὸ ν ⁑
Comments on 3.71
msA 3.138: ναίοιτε ὅτι Ζηνόδοτος γράφει ναίοιμεν δέ ἐστιν ἑαυτὸν καταριθμῶν τοῖς ὕστερον οἰκήσουσι τὴν Τροίαν ἀδηλότητος οὔσης εἰ οικήσει ⁑
Comments on 3.74
Scholia group: msAil
msAil 3.681: αντι τοῦ ὁταν συνελθης εἰς μαχην.
Comments on 3.55
Scholia group: msAext
msAext 3.684: ὡς τοι
Comments on 3.63
previous | next |
---|---|
msA 42v | msA 43v |