Venetus A (Marciana 454 = 822), folio 43, verso
previous | next |
---|---|
msA 43r | msA 44r |
Iliad text (25 lines)
Iliad 3.76: ὡς ἔφαθ’: Ἕκτωρ δ’ αὖτ’ ἐχάρη μέγα μῦθον ἀκούσας:
Iliad 3.77: καί ῥ’ ἐς μέσον ϊὼν. Τρώων ἀνέεργε φάλαγγας:
Iliad 3.79: τῷ δ’ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
Commented on by msAil 3.688
Iliad 3.80: ἰ̈οῖσίν τε, τιτυσκόμενοι: λάεσσί τ’ ἔβαλλον:
Commented on by msA 3.149, msAil 3.689
Iliad 3.81: αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων :
Iliad 3.82: ἴ̈σχεσθ’ Ἀργεῖοι : μὴ βάλλετε κοῦροι Ἀχαιῶν :
Commented on by msA 3.151, msAim 3.686
Iliad 3.83: στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαιόλος Ἕκτωρ :
Commented on by msA 3.152, msAil 3.690
Iliad 3.84: ὡς ἔφαθ’: οἱ δ’ ἔσχοντο μάχης ἄνεῴ τ’ ἐγένοντο
Iliad 3.85: ἐσσυμένως: Ἕκτωρ δὲ μετ ἀμφοτέροισιν ἔειπεν:
Iliad 3.86: κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
Iliad 3.87: μῦθον Ἀλεξάνδροιο : τοῦ εἵνεκα νεῖκος όρωρεν:
Iliad 3.88: ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
Iliad 3.89: τεύχεα κὰλ’ ἀποθέσθαι ἐπι χθονὶ πουλυβοτείρῃ.
Iliad 3.90: αὐτὸν δ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
Commented on by msA 3.157
Iliad 3.91: οἴους ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι:
Iliad 3.92: ὁππότερος δέ κε: νικήσῃ κρείσσων τὲ γένηται
Commented on by msA 3.158
Iliad 3.93: κτήμαθ’ ἑλὼν εῦ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω:
Iliad 3.94: οἱ δ’ ἄλλοι φιλότητα καὶ όρκια πιστὰ τάμωμεν:
Iliad 3.95: ὡς ἔφαθ’ οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ:
Iliad 3.96: τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος :
Iliad 3.97: κέκλυτε νῦν καὶ ἐμεῖο: μάλιστα γὰρ ἄλγος ἱ̈κάνει
Commented on by msA 3.163, msAim 3.687
Iliad 3.98: θυμὸν ἐμόν: φρονέω δὲ διακρινθήμεναι ἤδη
Iliad 3.99: Ἀργείους καὶ Τρῶας , ἐπεὶ κακὰ πολλὰ πέποσθε
Commented on by msAint 3.165, msA 3.164
Iliad 3.100: εἵνεκ’ ἐμῆς ἔριδος. καὶ Ἀλεξάνδρου ἕνεκ’ ἀρχῆς:
Commented on by msA 3.168
Iliad 3.101: ἡμέων δ’ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται:
Other texts (9 passages)
Scholia group: msA
msA 3.149: ϊοῖσιν τι τυσκόμενοι ὅτι Ὅμηρος τὸ βάλλειν ἐπι τοῦ τιτρώσκειν τίθησι νῦν δὲ ἔμφασιν ἔχει ⁑
Comments on 3.80
msA 3.151: ΐσχεσθ᾽ Ἀργεῖοι ὅτι τὸ βάλλετε ἀντι τοῦ τιτρώσκεται ⁑
Comments on 3.82
msA 3.157: αὐτὸν δ᾽ ἐν μέσω βραχὺ διασταλτέον κοινὸν γὰρ τὸ κέλεται ῥῆμα ⁑
Comments on 3.90
msA 3.158: ὁππότερος δέ κε ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν κρείσσω : τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπι τῆς ορθῆς τὸ ν προσλαμβάνει ⁑
Comments on 3.92
msA 3.164: Ἀργείους καὶ Τρῶας ὅτι Ζηνόδοτος γράφει Ἀργεῖοι καὶ Τρῶες ὡς ἀποστροφῆς τοῦ λόγου γεγονυίας πρὸς αυτούς: ἔστι δὲ τὸ διακρινθην διχῶς χωρισθῆναι: ὁ δὲ Ζηνοδοτος συνήθως ἡμῖν τέταχεν ⁑
Comments on 3.99
Scholia group: msAint
msAint 3.165: διὰ τοῦ α τὸ πεπασ Ἀρίσταρχος ⁑
Comments on 3.99
Scholia group: msAil
msAil 3.688: τὰ τόξα ἔστιν
Comments on 3.79
msAil 3.690: δανεναι οὑτως
Comments on 3.83
Scholia group: msAim
msAim 3.687: τὸ ῆν
Comments on 3.97
previous | next |
---|---|
msA 43r | msA 44r |