Venetus A (Marciana 454 = 822), folio 54, verso

previousnext
msA 54rmsA 55r

Iliad text (25 lines)


Iliad 4.159: σπονδαί τ’ ἄκρητοι: καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν:

Commented on by msA 4.288


Iliad 4.160: εἴ περ γάρ τε καὶ αὐτίκ’ Ὀλυμπιος οὐκ ετέλεσσεν.


Iliad 4.161: ἔκ τε καὶ ὀψὲ τελεῖ: σύν τε μεγάλῳ ἀπέτισαν:

Commented on by msA 4.290


Iliad 4.162: σὺν σφῇσιν κεφαλῇσι: γυναιξί τε καὶ τεκέεσσιν:


Iliad 4.163: εὖ γὰρ ἐγὼ τόδε οἶδα κατα φρένα καὶ κατα θυμὸν:


Iliad 4.164: ἔσσεται ἦμαρ, ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱ̈ρὴ:

Commented on by msAint 4.300, msA 4.296


Iliad 4.165: καὶ Πρίαμος . καὶ λαὸς ἐϋμμελίω Πριάμοιο :


Iliad 4.166: Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων:

Commented on by msA 4.301


Iliad 4.167: αὐτὸς ἐπισσείῃσιν, ἐρεμνὴν αἰγίδα πᾶσιν:

Commented on by msA 4.304, msAim 4.809


Iliad 4.168: τῆσδ’ ἀπάτης κοτέων, τὰ μὲν ἔσσεται οὐκ ατέλεστα:


Iliad 4.169: ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε


Iliad 4.170: αἴ κε θάνῃς: καὶ μοῖραν ἀναπλήσῃς βιότοιο:

Commented on by msA 4.307


Iliad 4.171: καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱ̈̆κοίμην:

Commented on by msAint 4.313, msA 4.312, msAim 4.810


Iliad 4.172: αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης:


Iliad 4.173: καδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν

Commented on by msA 4.315


Iliad 4.174: Ἀργείην Ἑλένην : σέο δ’ ὀστέα πύσει ἄρουρα


Iliad 4.175: κειμένου ἐν Τροίῃ : ἀτελευτήτῳ ἐπὶ ἔργῳ:


Iliad 4.176: καὶ κέ τις ὧδ’ ἐρέει Τρώων ὑπερηνορεόντων

Commented on by msA 4.316


Iliad 4.177: τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο:


Iliad 4.178: αἴθ’ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει Ἀγαμέμνων

Commented on by msAim 4.811


Iliad 4.179: ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ’ Ἀχαιῶν :


Iliad 4.180: καὶ δὴ ἔβη οἶκον δὲ, φίλην ἐς πατρίδα γαῖαν


Iliad 4.181: σὺν κεινῇσιν νηυσὶ: λιπὼν ἀγαθὸν Μενέλαον :

Commented on by msA 4.323


Iliad 4.182: ὥς ποτέ τις ἐρέει. τότε μοι χάνοι εὐρεῖα χθών.

Commented on by msA 4.327


Iliad 4.183: Τὸν δ`’ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος :


Other texts (11 passages)


Scholia group: msA

msA 4.288: ‡σπονδαί τ’ ἄκρητοι: ὅτι εὐκρινὲς γίνεται ἐντεὺθεν τὸ κρητῆρι δὲ οἶνον μίσγον οὐ γὰρ κεκράμενον ἔσπενδον ⁑

Comments on 4.159


msA 4.290: ἔκ τε καὶ ὁψὲ τελεῖ: ὅτι Ζηνοδοτος γράφει τελέσει καὶ σύν τε μεγάλῳ τίσουσιν . ἐπι τῶν Τρώων δεχόμενος τὸν λόγον οὐκ έχει δὲ οὕτως ἀλλα καθολικῶς ἐπι τῶν παραβαινόντων τὰ όρκια ⁑

Comments on 4.161


msA 4.296: ἔσσεται ῆμαρ, ἀπ ἄλλης ἀρχῆς τοῦτο διὸ τελείᾳ στικτέον προ αυτῆς ἀσύνδετος γὰρ ὁ λόγος ⁑

Comments on 4.164


msA 4.304: ἐρεμνὴν αἰγίδα: ὅτι τοῦ διὸς ὅπλον ἡ αιγὶς πρὸς τοὺς νεωτέρους ποιητάς καὶ ὅτι καταιγίδων καὶ ζωφόδους καταστάσεως παρασκευαστική ἐστιν ⁑

Comments on 4.167


msA 4.307: καὶ μοῖραν ἀναπλήσης ὅτι πότμον αἱ Ἀριστάρχου οὐ μοῖραν ὡς ἐν ταῖς κοιναῖς ⁑

Comments on 4.170


msA 4.312: πολυδίψιον ἄνυδρον οῦσαν τὴν Πελοπόννησον ἔφυδρον ἐποίησεν Δαναὸς ἐξελθῶν ἀπο τῆς Αἰγύπτου καὶ οἰκήσας ἀυτήν. τῶν γὰρ θυγατέρων αὐτοῦ ζητουσῶν ὑδρεύσασθαι μιᾶς αὐτῶν τῆς Ἀμυμονης ἠράσθη Ποσειδών : καὶ ἔδειξεν αὐτῇ τῇ τριαίνῃ πλήξας τὰς ἐν Λέρνη πηγάς: οἱ δὲ οὕτως. ὅτι Ἀθηνᾶς ὑποθήκαις, πολυδίψιον τὸ Ἄργος πρότερον ὑπάρχον ἄδιψον γενέσθαι δια τῶν Δαναοῦ θυγατέρων ἐποίησεν: ἑκεῖναι γὰρ ὄρυξιν φρεάτων ἐπενόησαν παραγενομένων δὲ τῶν Αἰγυπτίων ἐπι τὸν τῶν Δαναοῦ θυγατέρων γάμον αἱ Δαναΐδες κατα τὰς τοῦ πρσ ὑποθήκας ἐδολοφόνησαν αὐτοὺς ἐκεῖνος γὰρ αὐταῖς συνεβούλευσεν τοὺς τὴν παρθενίαν ἀφαιρουμένας ἀμύνασθαι: Ὑπερμήστρα οὖν μόνη ὀ Λγκέα περιέσωσεν καὶ ἐτήρησεν καὶ γὰρ εκεῖνος αυτῆς τὴν παρθ εσωσεν: ὅθεν γυναῖκα λαβῶν αὐτὴν ὕστερον συνετήρησεν: πολυδίψιον οὖν ἤτοι πολὺ διάφθορον διὰ πολέμους. ἠ πολυπόθητον μεταφορικῶς ἀπο τῶν διψώντων καὶ ἐπι θυμώντων ποτοῦ ἐξ οὗ ἄνυδρον ἡ βλαβερὸν ἀπο τοῦ ΐψιον ⁑

Comments on 4.171


msA 4.315: Ἀργείην Ἑλένην ὅτι τῶν ἐπι ξένης τελευτών τῶν οὐκ απεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. οὐκ ἄρα Ὁμήρου ἐστὶ ταῦτα ὅς κ’ ὀστέα παισὶν ἕκαστος οἴκαδ’ ἄγει ὅτ’ ἂν αὖτε νεώμεθα ⁑

Comments on 4.173


msA 4.316: καὶ κέ τις ὧδ’ ἐρέει ἤτοι ὅτι ὁ κε περισσεύει ἠ τὸ ῥῆμα ἐνήλλακται ἐρέει . ἀντι τοῦ εἴποι ἄν ⁑

Comments on 4.176


Scholia group: msAint

msAint 4.300: αντ τοῦ απολειται πρὸς ὃ ἡ διπλη το Ιλς θηλυκω ⁑

Comments on 4.164


Scholia group: msAim

msAim 4.809: αντ τοῦ ἐπισειη πρὸς ὃ ἡ διπλη:

Comments on 4.167


msAim 4.810: διχῶς Ἀρισταρχ καὶ ἐλέγχιστον

Comments on 4.171


previousnext
msA 54rmsA 55r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1