Venetus A (Marciana 454 = 822), folio 54, recto

previousnext
msA 53vmsA 54v

Iliad text (25 lines)


Iliad 4.134: ὲν δ’ έπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός:


Iliad 4.135: διὰ μὲν ὰρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο:

Commented on by msA 4.227


Iliad 4.136: καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο:


Iliad 4.137: μίτρης θ’ ἣν ἐφόρει ἔρυμα χροὸς έρκος ἀκόντων:

Commented on by msA 4.229


Iliad 4.138: ἥ οἱ πλεῖστον ἔρυτο: διὰ πρὸ δὲ είσατο καὶ τῆς.

Commented on by msA 4.231


Iliad 4.139: ἀκρότατον δ’ ὰρ ὀϊστὸς ἐπέγραψε χρόα φωτός:

Commented on by msAint 4.235, msA 4.234


Iliad 4.140: αὐτίκα δ’ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς

Commented on by msA 4.236


Iliad 4.141: Ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ

Commented on by msAint 4.242, msA 4.241


Iliad 4.142: Μῃονὶς . ἠὲ Κάειρα : παρήϊον ἔμμεναι ἵππων:

Commented on by msA 4.249, msA 4.246


Iliad 4.143: κεῖται δ’ ἐν θαλάμῳ: πολέες τέ μιν ἠρήσαντο


Iliad 4.144: ἱππῆες φορέειν: βασιλῆϊ δὲ κεῖται ἄγαλμα:


Iliad 4.145: ἀμφότερον: κόσμός θ’ ἵππῳ ἐλατῆρί τε κῦδος.


Iliad 4.146: τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ


Iliad 4.147: εὐφυέες. κνῆμαί τε ἰ̈δὲ σφυρὰ κὰλ’ ὑπένερθε:

Commented on by msAint 4.260, msA 4.262


Iliad 4.148: Ῥίγησεν δ’ ὰρ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων

Commented on by msAint 4.263


Iliad 4.149: ὡς εἶδεν μελαν αἷμα καταρῥέον ἐξ ὠτειλῆς:

Commented on by msAint 4.266


Iliad 4.150: ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος :


Iliad 4.151: ὡς δὲ ἴ̆δεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας

Commented on by msA 4.269, msAim 4.807


Iliad 4.152: άψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη:


Iliad 4.153: τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων :

Commented on by msAint 4.275


Iliad 4.154: χειρὸς ἔχων Μενέλαον : ἐπεστενάχοντο δ`’ ἑταῖροι:


Iliad 4.155: φῖλε κασίγνητε. θάνατον νύ̆ τοι όρκι’ ἔταμνον

Commented on by msAim 4.808


Iliad 4.156: οἶον προστήσας προ Αχαιῶν Τρωσὶ μάχεσθαι:


Iliad 4.157: ὥς ς’ έβαλον Τρῶες . κατὰ δ’ όρκια πιστὰ πάτησαν:

Commented on by msAint 4.282


Iliad 4.158: οὐ μέν πως ἅλιον πέλει ὅρκιον: αἷμά τε ἀρνῶν:

Commented on by msA 4.287


Other texts (15 passages)


Scholia group: msA

msA 4.249: ἔμμεναι ἵππων: διχῶς καὶ ἵππω δυϊκῶς καὶ πληθυντικῶς: ἐν δε τῇ κατα Ἀριστοφα μόνως δυϊκῶς ⁑

Comments on 4.142


msA 4.234: ἀκρότατον δ ἄρ: ἡ διπλῆ ὅτι Ζηνοδοτ γράφει χαλχός ἐπι λέλησται δὲ ὅτι ἐν τοῖς ἐπάνω σιδηρὰν τὴν ἀκίδα τοῦ βέλους εἶπεν εἶναι καὶ ὅτι τὸ ἀκρότατον οὐχ ὑπερ θετικον ἐστιν ἀλλ’ αντι τοῦ ἄκρον τὸν χρότα ⁑

Comments on 4.139


msA 4.246: ἠὲ Κάειρα : Καρίνη ἀπο Καρίας ὡς τῶν χωρίων τούτων τὸ παλαὶον καλαῖς βαφαῖς χρωμένων: φασὶ δε τίνες τὸ Καῖρα διαιρεῖσθαι: οἱ δὲ ὡς ἀπο τοῦ φαίνω φαείνω καὶ ὁ λόγος δὲ τὴν ει δίφθογγον αἰτεῖ ⁑

Comments on 4.142


msA 4.262: σφυρά: τὰ ἀπολήγοντα μέρῃ προς τῷ ἀστραγάλῳ καὶ ἐκ πλαγίων ἐξέχοντα τῆς κνήμης καὶ τῆς περόνης: εἴρηται δὲ μεταφορικῶς ἀπο τῶν χαλκευτικων σφυρων ⁑

Comments on 4.147


msA 4.269: ὡς δὲ ΐδεν: συσταλτέον τοῦ ΐδε τὸ ϊ ὁμοίως τῷ οὐκ ἴ̈δον οὐ πυθόμην : εἰσὶ δὲ οἳ ἀναγινώσκουσιν ὡσ δ’ εἶδεν νευρόν τε ὁμοίως τὸ ὡς εἶδεν δύο φῶτε οὐχ ὑγειῶς ἐνθάδε γὰρ οὐ καλῶς δυναμθ ἀναγνῶναι ἠ φυλάσσοντες τὴν ει διφθογγον: ἐπι δὲ τούτων παραφύλαξαι ὅταν ἡ προκειμένη λέξις εἰς τὸ ε καταλήγει ἤτοι διαστελ τὸ ϊ ἀπ αυτῆς μετὰ συστολῆς ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε ἐκθλιψιν μὲν οὕτως τόν δ’ ΐδεν Αἰνείας νῦν δ’ ῗδεν ὃς μέγ’ ἄριστος διαστολῇ δὲ οὕτως μετα συστολῆς: τὴν δὲ ἴ̈δεν προμολούσαν : τὸν δὲ ἴ̈δεν Κάδμου θυγάτηρ : οὕτως οὐν καὶ ἐνθάδε ⁑

Comments on 4.151


msA 4.287: οὐ μέν πως: γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτῶκέναι τοῖς καιροῖς ἀνέχειν δὲ εἰς θν τὴν ἐλπίδα καὶ τὸ σύμπτωμα τῆς τύχης εἰς παραμυθίαν δέχεσθαι ⁑

Comments on 4.158


Scholia group: msAint

msAint 4.235: τὸ ἐπέγραψε χωρὶς τοῦ ν ἐν δέ τισιν χαλκος : γρ οὐκ αρέσκει δὲ Ἀρισταρχ ⁑

Comments on 4.139


msAint 4.242: oυτ ὁμοτόνῳ τῷ ζῳ τὸ ὀστέον: καὶ γαρ ἐν ἑτέροις φησὶ λευκοτέρην δ’ άρα μιν θῆκε πριστοῦ ἐλεφαντος ⁑

Comments on 4.141


msAint 4.260: ἐκατέροις δύναται προσδίδοσθαι τὸ εὐφυέες βέλτιον δὲ τοῖς ἄνω δια το ὑπερβατον ⁑

Comments on 4.147


msAint 4.263: ουτ Αρισταρχ ρίγησεν δ ὰρ δια τοῦ δ ου δια του τ ⁑

Comments on 4.148


msAint 4.266: ἀθετεῖται πάλιν δια τὴν ὠτειλήν ⁑

Comments on 4.149


msAint 4.275: οτ δεῖ βαρυτονεῖν τὸ στενάχων ὡς ὁρέγων καὶ γὰρ στεναχοντο ὡς ὁρέγοντο ⁑

Comments on 4.153


msAint 4.282: οτ εκ βολῆς ἔτρωσαν προς τὸ αὐτίκα δ’ ἔρρεεν αἷμα ⁑

Comments on 4.157


Scholia group: msAim

msAim 4.807: τοὺς τῆς ακίδος λέγει πώγωνας ⁑

Comments on 4.151


msAim 4.808: εγῶ δηλον ὅτι ⁑

Comments on 4.155


previousnext
msA 53vmsA 54v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1