Venetus A (Marciana 454 = 822), folio 53, verso
previous | next |
---|---|
msA 53r | msA 54r |
Iliad text (25 lines)
Iliad 4.109: τοῦ κέρᾱ ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει:
Commented on by msAint 4.187, msA 4.185, msA 4.186, msA 4.801
Iliad 4.110: καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων:
Iliad 4.111: πᾶν δ’ εὖ λειήνᾱς. χρυσέην ἐπέθηκε κορώνην:
Iliad 4.112: καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος, ποτι γαίῃ
Iliad 4.113: ἀγκλίνᾱς: πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι.
Iliad 4.114: μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν .
Iliad 4.115: πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν:
Iliad 4.116: αὐτὰρ ὃ σύλᾱ πῶμα φαρέτρης: ἐκ δ’ ἕλετ’ ἰ̈ὸν
Iliad 4.117: ἀβλῆτα πτερόεντα: μελαινέων έρμ’ ὀδυνά̄ων:
Commented on by msA 4.196, msAim 4.803
Iliad 4.118: αῖψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν:
Iliad 4.119: εὔχετο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ.
Iliad 4.120: ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
Iliad 4.121: οἴκαδε νοστήσας. ἱερῆς εἰς ἄστυ Ζελείης :
Iliad 4.122: ἕλκε δ’ ὁμοῦ γλυφίδας τε λαβών καὶ νεῦρα βόεια:
Iliad 4.123: νευρὴν μὲν μαζῷ πέλασεν. τόξῳ δὲ σίδηρον:
Commented on by msA 4.204
Iliad 4.124: αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε.
Iliad 4.125: λίγξε βιὸς, νευρὴ δὲ μέγ’ ΐαχεν: ἆλτο δ’ ὀϊστὸς
Iliad 4.126: ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων:
Commented on by msA 4.212, msAil 4.806
Iliad 4.127: Οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
Iliad 4.128: ἀθάνατοι: πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη:
Commented on by msA 4.216
Iliad 4.129: ἥ τοι πρόσθεν στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν:
Commented on by msAim 4.804
Iliad 4.130: ἡ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς, ὡς ὅτε μήτηρ
Iliad 4.131: παιδὸς ἐἔργῃ μυῖαν, ὅθ’ ἡδέϊ λέξεται ὕπνῳ:
Iliad 4.132: αὐτὴ δ’ αῦτ’ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
Commented on by msAint 4.805
Iliad 4.133: χρύσειοι σύνεχον: καὶ δίπλοος ἤντετο θώρηξ:
Commented on by msA 4.224
Other texts (11 passages)
Scholia group: msA
msA 4.185: ‡ τοῦ κέρα: ἀποκοπῆ τοῦ κέρατα Ἡρῳδιανος συναλιφην τοῦ κέραα τὸ δὲ χρέαα χρέα συγκοπή ⁑
Comments on 4.109
msA 4.801: δῶρον καλεῖται ὁ παλαιστὴς ὅ ἔστιν ἔκτασις τῶν τῆς χειρος τεσσάρων δακτύλων. ῆ καὶ ἐκκαίδεκα ἐνι αυτῶν ῶρος γὰρ ὁ ενι αυτος ὅ περ ἄτοπον ⁑
Comments on 4.109
msA 4.192: καὶ τὸ μὲν εὗ κατέθηκε τανυσσάμενος: ἐπι τὸ τανυσσάμενος βραχὺ διασταλτέον πρὸς γὰρ τῇ γῇ ἀνέκλινεν αὐτὸ πρότερον ἐντείνας τὴν νευράν ⁑
Comments on 4.112-4.113
msA 4.802: ποτι γαίῃ ἀγκλίνας: πρὸς τῇ γῇ επερείσας ἑαυτόν δῆλον ὅτι τοῦ μὴ ὀραθῆναι ὑπο τῶν Ἑλλήνων ⁑
Comments on 4.112-4.113
msA 4.204: νευρὴν μὲν μαζῶ ὅτι Ζηνόδοτος προ τουτ τὸν ἑξῆς τέταχεν οὕτως ποιήσας, ἕλκε δ’ ὁμοῦ γλυφίδας καὶ νεῦρα βόεια . εἶτα αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μεγα τόξον ἔτεινε νευρην μὲν μαζῷ πέλασσεν τόξω δὲ σίδηρον εῖτα λίγξε βιὸς . οὐ νοήσας ὅτι δια τῶν παρεπομένων τοῦ ἕλκε δ’ ὀμοῦ καὶ νευρὴν μὲν μαζῷ πέλασσε συνίστησι τὴν ἔνστασιν γεγενημένην εἶθ’ ἑξῆς λέγει ἐπειδὴ ἐνετάθη καὶ κυκλοτερὲς ἐγένεντο ἀπέστειλε τὸ βελος ⁑
Comments on 4.123
msA 4.212: ἐπιπτέσθαι: παροξυτονητέον ἔστι γὰρ μέσος δεύτερος ἀόριστος ὁμοίως τῷ τότ’ ἂν οὗτοι ἀποσχέσθαι καὶ τὸ ἁπλοῦν αὐτοῦ ἔστι πέσθαι: πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει τὸν αὐτὸν τόνον ⁑
Comments on 4.126
Scholia group: msAim
msAim 4.803: ουτ δια τοῦ ε δια το μέτρον ⁑
Comments on 4.117
msAim 4.804: ουτ μετα τοῦ τ ἤ τοι
Comments on 4.129
Scholia group: msAil
msAil 4.806: εμπεσείν
Comments on 4.126
Scholia group: msAint
msAint 4.805: δεσμοί
Comments on 4.132
msAint 4.187: Ϊακῶς το πεφυκει
Comments on 4.109
previous | next |
---|---|
msA 53r | msA 54r |