Venetus A (Marciana 454 = 822), folio 53, recto
previous | next |
---|---|
msA 52v | msA 53v |
Iliad text (25 lines)
Iliad 4.84: Ζεὺς , ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται:
Iliad 4.85: Ὡς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε:
Iliad 4.86: ἡ δ’ ἀνδρὶ ἱ̈κέλη Τρώων κατεδύσεθ’ ὅμιλον:
Iliad 4.87: Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ
Iliad 4.88: Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφε̆ύροι:
Iliad 4.89: εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
Iliad 4.90: ἑσταότ’: ἀμφι δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
Iliad 4.91: λαῶν: οἵ, οἱ, ἕποντο ἀπ Αἰσήποιο ῥοά̄ων:
Iliad 4.92: ἀγχοῦ δ`’ ἱ̈σταμένη ἔπεα πτερόεντα προσηύδᾱ:
Iliad 4.93: ῆ ρά νύ̆ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
Commented on by msA 4.151
Iliad 4.94: τλαίης κεν Μενελάῳ ἐπὶ προἕμεν ταχὺν ϊ̄όν:
Commented on by msA 4.152
Iliad 4.95: πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο:
Iliad 4.96: ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ:
Iliad 4.97: τοῦ κεν δὴ πάμπρωτα πὰρ’ ἀγλαὰ δῶρα φέροιο
Iliad 4.98: αἴ κεν ἴ̈δῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν.
Iliad 4.99: σῷ βέλεϊ δμηθέντα. πυρῆς ἐπιβάντ’ ἀλεγεινῆς
Iliad 4.100: ἀλλά γ’ ὀΐστευσον Μενελάου κυδαλίμοιο:
Commented on by msAint 4.165
Iliad 4.101: εὔχεο δ`’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ.
Commented on by msA 4.169, msAim 4.800
Iliad 4.102: ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
Iliad 4.103: οἴκαδὲ νοστήσας ἱ̈ερῆς εἰς ἄστυ Ζελείης :
Commented on by msA 4.172
Iliad 4.104: Ὣς φάτ’ Ἀθηναίη . τῷ δὲ φρένας ἄφρονι πεῖθεν:
Iliad 4.105: αὐτίκ’ ἐσύλᾶ τόξον ἐΰξοων ϊξάλου αἰγὸς
Commented on by msA 4.177
Iliad 4.106: ἀγρίου: ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
Iliad 4.107: πέτρης ἐκβαίνοντα. δεδεγμένος ἐν προδοκῇσι.
Iliad 4.108: βεβλήκει πρὸς στῆθος: ὁδ’ ὕπτιος ἔμπεσε πέτρῃ:
Commented on by msA 4.182
Other texts (12 passages)
Scholia group: msA
msA 4.139: ‡ Πάνδαρον ἀντίθεον διζημένη: τούτῳ καὶ τῷ εξῆς παράκεινται διπλαὶ περιεστιγμέναι ὅτι Ζηνόδοτ τούτου μὲν τὸ ἀκροτελεύτιον οὕτως γράφει εὗρε δὲ τόν δε τὸν δὲ δευτερον οὐδε γράφει δοκῶν ἀνθρώπινον τὸ ζητεῖν εἶναι: καταλελοιπ δέ τὸ διζημένη ἀγνοεῖ δὲ ὅτι ὁμοιωθεῖσα Λαοδόκῳ ἀνάγκην εἶχεν ἀνινα ἐπιτηδεύειν ⁑
Comments on 4.88
msA 4.151: πίθοιο: δια τί ἡ Ἀθηνὰ εἰς σύγχυσιν τῶν όρκων ου τῶν Τρώων τινὰ ἐπελέξατο ἀλλα τῶν ἐπι κούρων καίτοι κεχαρισμενος ἀν τις ἐγένετο Ἀλεξάνδρῳ εἰ τῶν οἰκείων ἦν: καὶ δια τί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο καὶ φησιν ὁ Αριστ ὅτι τῶν μὲν Τρώων οὐδένα δι’ ὅτι πάντες αὐτὸν ἐμίσουν ὡς ὁ ποιητής φησὶν ἶσον γάρ σφιν ἀπήχθετο κηρὶ μελαίνῃ : τῶν δὲ επικούρων τὸν Πανδαρον ἐπελέξατο ὡς φιλοχρήματον σημεῖον δὲ ἡ τῶν ἵππων αὐτοῦ ἐπι οἴκον κατάλειψις ἵνα μὴ δαπανᾷ ὅτι φύσει ἐπίορκος τὸ γὰρ ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι ὅθεν ἐκεινος ἦν ἐπίορκον: τινὲς δὲ οὔτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυναμένου τρῶσαι καὶ καταστοχάσασθαι, οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει τις, ἢ Ἀλέξανδρος μόνος καὶ Πάνδαρος εὐφυὴς οὑτως ὡς καὶ ἐπι φωνῆσαι τὸν ποιητην Πάνδαρος ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν ὃ σημαίνει τὴν τοξικήν ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξοτην ⁑
Comments on 4.93
msA 4.152: τλαίης κεν Μενελάῳ ἐπι προέμεν: Ἀρίσταρχος ἀναστρέφει ἵνα τὸ ἑξῆς γένηται ἐπι Μενελάῳ ὡς καὶ ἐπ εκείνου ῆ καὶ ἐπ Αντινόω ΐθυνεν Μενεκράτης δὲ ὁ Μιλήσιος ὑφ’ ἓν ἐπιπροέμεν ὁμοίως τῷ ἐπιπροΐηλε καὶ ἐπιπροέηκε ἵ̈ν’ ἔμφασις μᾶλλον γένηται ⁑
Comments on 4.94
msA 4.158: παρ αγλαὰ δῶρα τινὲς ἀναστρέφουσι τὴν παρα κακῶς οὐδέποτε γὰρ ἀναστρέφεται προθ γενικῇ συντασσομε πτώσει, ἔστι γὰρ τὸ ἑξῆς παραφέροιο ⁑
Comments on 4.97
msA 4.799: τοῦ κεν δὴ πάμπρωτα: προς καιρον ἡ Ἀθηνὰ βασιλέα κέκληκε τὸν Ἀλέξανδρον ἕν εκατοῦ μᾶλλον πτεῖσαι αὐτὸν ἐλπίδι μείζονος δωρεὰς ⁑
Comments on 4.97
msA 4.161: πυρῆς ἐπιβάντ’ οὐκ αναγκαῖον ἀναστρέφειν ἵνα γένηται τὸ ἑξῆς ἐπὶ πυρῆς βάντα : ἔμφασις γὰρ γίνεται τῇ μετοχῇ εἰ συνταγείη ἡ προθ ⁑
Comments on 4.99
msA 4.163: ὅτι οἱ ἀρχαῖοι τὰ σώματ οὐκ έθαπτον ὑπὸ γὴν εἰ μὴ πρότερον ἔκαυσαν εἰθ οὕτως τὴν τέφραν σὺν τοῖς ὁστοῖς ἐχώννυον ἐν αγγείῳ τινὶ ἀποθέμενοι ⁑
Comments on 4.99
msA 4.169: Λυκηγενέϊ : φασὶν ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τῆν Ήρας ζηλοτπ εἰς Λυκίαν ἀπαλλαγῆναι ὡς καὶ Ἅγνων ἐν τῇ δεκαστίχω λέγει: τεσσάρων δὲ τεχνῶν ἔφορος ὁ θσ . τοξικῆς ϊατρικῆς μαντικῆς καὶ μουσικῆς ⁑
Comments on 4.101
msA 4.182: ὁ δ’ ὕπτιος ὅτι οὐ πρηνεῖς ἀλλ ἀνατρεπομένους ὑπο τῆς πληγῆς συν ἵστησι δια τὰς βίας τῶν βαλοντῶν ⁑
Comments on 4.108
msA 4.172: οἵκαδὲ νοστήσας: ὅτι ἡ ὑπὸ τῇ Ἴ̈δη Λυκια τὸ παλαιον Ζέλεια ἐκαλεῖτο δια τὸ τὸν Ἀπόλλω ἐν αυτῆ λίαν εὐσεβεῖσθαι ⁑
Comments on 4.103
Scholia group: msAint
msAint 4.165: προς το σχημ ὅτι ἀντι τοῦ ἐπι τὸν Μενελαον ⁑
Comments on 4.100
Scholia group: msAim
msAim 4.800: οτ απο τῆς Τρωϊκης Λυκίας εξ’ εστ ὁ Πάνδαρος ⁑
Comments on 4.101
previous | next |
---|---|
msA 52v | msA 53v |