Venetus A (Marciana 454 = 822), folio 52, verso
previous | next |
---|---|
msA 52r | msA 53r |
Iliad text (25 lines)
Iliad 4.59: καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης
Commented on by msA 4.99, msA 4.100, msAim 4.796
Iliad 4.60: ἀμφότερον: γενεῇ τε, καὶ οὕνεκα σὴ παράκοιτις
Commented on by msAim 4.797
Iliad 4.61: κέκλημαι: σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις:
Iliad 4.62: ἀλλ’ ἤτοι μὲν ταῦθ’ ὑποείξομεν ἀλλήλοισι:
Iliad 4.63: σοὶ μὲν ἐγώ: σὺ δ’ ἐμοί. ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι
Iliad 4.64: ἀθάνατοι: σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
Iliad 4.65: ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν:
Iliad 4.66: πειρᾶν δ’ ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
Commented on by msA 4.795
Iliad 4.67: ἄρξωσι πρότεροι ὑπερόρκια δηλήσασθαι.
Iliad 4.68: Ὡς έφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε:
Iliad 4.69: αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηῦδα :
Iliad 4.70: αἶψα μάλ’ ἐ στρατὸν ἐλθέ μετα Τρῶας καὶ Ἀχαιούς :
Iliad 4.71: πειρᾶν δ’ ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
Iliad 4.72: ἄρξωσι πρότεροι ὑπερόρκια δηλήσασθαι:
Iliad 4.73: Ὡς εἰπὼν ὤτρυνε, πάρος μεμαυῖαν Ἀθήνην :
Iliad 4.74: βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα:
Commented on by msAim 4.798
Iliad 4.75: οἷον δ’ ἀστέρα ἧκε Κρόνου παῖς ἀγκυλομήτεω
Iliad 4.76: ἢ, ναύτῃσι τέρας, ἠὲ στρατῷ εὐρέϊ λαῶν:
Iliad 4.77: λαμπρόν: τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵ̈ενται:
Commented on by msA 4.127
Iliad 4.78: τῷ εἰκυῖ’ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη :
Iliad 4.79: κὰδ δ’ ἔθορ’ ἐς μέσσον: θάμβος δ’ ἔχεν εἰσορόωντας
Commented on by msA 4.128
Iliad 4.80: Τρῶάς θ’ ἱπποδάμους, καὶ ἐϋκνήμιδας Ἀχαιούς :
Iliad 4.81: ὧδε δέ τις εἴπεσκεν ἰ̈δὼν ἐς πλησίον ἄλλον:
Iliad 4.82: ἤ ρ’ αῦτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
Iliad 4.83: ἔσσεται. ἦ φιλότητα μετ’ ἀμφοτέροισι τίθησι
Other texts (7 passages)
Scholia group: msA
msA 4.99: ‡ καὶ με πρεσβυτάτην: τιμιωτάτην νῦν: πλαγιασθεὶς δὲ ἐντεῦθεν Ἡσίοδος , νεώτερον φησὶ τὸν Δία :
Comments on 4.59
msA 4.100: ἀγκυλυμήτης ὁ καὶ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰδώς: ἠ ὁ περι τῶν δυσευρέτων καὶ σκολιῶν εὐχερῶς δυνάμενος βουλεύεσθαι συνετός ⁑
Comments on 4.59
msA 4.111: σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεὶλαι ὅτι τὸ ἐπιτεῖλαι : ἀντι προστακτικοῦ κεῖται, τὸ δὲ πειρᾶν . εἰ μὲν ἁπαρέμφατον σημαίνει. διαστολὴν ἕξει προ αυτοῦ: ἤρτηται γὰρ τοῦ προτέρου λόγου: εἰ δὲ ἀντι προστακτικοῦ αὐτὸ κέοιτο τοῦ πειρᾶ το στικτέον ⁑
Comments on 4.64-4.66
msA 4.795: ὑπερκύδαντας: τὰ εἰς δὰς ὑπερ δύο συλλαβὰς ἱσοσυλλάβως κλίνονται οἶον Ἀκάδας Ἀκάδα . Τιμαχίδας Τιμαχίδα Σουΐδας Σουΐδα Λεονείδας Λεονείδα Χαρμάδας Χαρμάδα : δεῖ δεῖ προσθῆναι χωρὶς εἰ μὴ ἀπο βαρυτόνου ῥήματος γένωνται ἐκεῖνα γὰρ περιττοσυλλάβως κλίνονται, ἤγουν δια τοῦ ντ οἶον οἶδα Οἴδας Οἴδαντος : μειδιῷ Μείδας Μείδαντος χαρίζομαι Χαρίδας Χαρίδαντος . φείδομαι Ἀφείδας Ἀφείδαντος : τούτων οὕτως ἐχόντων, τὸ ὑπερκυδαντας Ἀχαιοὺς μή ποτε ἀπο βαρυτονου ῥήματός ἐστι τοῦ κυδαίνω τοῦ σήμαινοντος τὸ δοξάζω γέγονε κυδίεις κυδίεντος κυδίεντας καὶ ὑπερκυδίαντας : λεγουσι δε τινες ὁτι εν τοῖς ἐπιμερισμοῖς λέγει ὁ Ἡρωιδιανὸς ὅτι μετοχή ἐστιν λέγει γὰρ ὅτι ἐστι κυδαίνω ὑπερκυδαίνω ἐκύδανα κυδάνας ὑπερκυδάνας ὑπερκυδάναντας καὶ κατα συγκοπὴν ὑπερκύδαντας : ἐν δε τῷ ὀνοματικῷ λέγει ὅτι ὅνομά ἐστι, καὶ μᾶλλον ὄνομα δεῖ λεγειν αὐτὸ ἤπερ μετοχήν. τῷ γὰρ ὀνοματικῷ δεῖ πιστευτέον ἠ τοῖς ἐπιμερισμοῖς: τοῦτο γὰρ ὡμολόγηται εἶναι Ἡρωιδιανοῦ . ἀλλ εἰσὶ καὶ ψευδεπίγραφοι ⁑
Comments on 4.66
msA 4.132: ‡ ἔσσεται: ὁ λο στίζει ἐπι τὸ ἔσσεται : εἴρηται γὰρ καὶ ἐν τῇ προ ταύτης ραψῳδίᾳ ὅτι οὐ πάντως ἐπι τῶν πευστικῶς λεγομένων ὑποστικτέον: οὕτως Νικάνωρ εἰ καὶ απατᾷ φησὶν ἡ ὑπόκρισις ⁑
Comments on 4.82-4.83
Scholia group: msAim
msAim 4.796: οτ οὐ καθ ἡλικίαν λεγει ἀλλ εν τιμῆ
Comments on 4.59
msAim 4.798: οτ ὡς πε όρους τοῦ Ὀλυμπ λέγει ⁑
Comments on 4.74
previous | next |
---|---|
msA 52r | msA 53r |