Venetus A (Marciana 454 = 822), folio 52, recto
previous | next |
---|---|
msA 51v | msA 52v |
Iliad text (25 lines)
Iliad 4.34: εἰ δὲ σύ γ’ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ.
Iliad 4.35: ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
Iliad 4.36: ἄλλους τε Τρῶας . τότε κεν χόλον ἐξακέσαιο.
Iliad 4.37: έρξον ὅπως ἐθέλεις: μὴ τοῦτό γε νεῖκος ὀπίσσω
Iliad 4.38: σοὶ καὶ ἐμοὶ μέγ’ ἔρισμα μετ αμφοτέροισι γένηται:
Iliad 4.39: ἄλλο δέ τοι ἐρέω σὺ δ’ ἐνι φρεσὶ βάλλεο, σῇσιν:
Iliad 4.40: ὁππότε κεν καὶ ἐγὼ μεμαὼς. πόλιν ἐξαλαπάξαι
Iliad 4.41: τὴν ἐθέλω, ὅθι τοι φίλοι ἀνέρες ἐγγεγά̄σι:
Iliad 4.42: μή τι διατρίβειν τὸν ἐμὸν χόλον: ἀλλά μ’ ἐᾶσαι:
Iliad 4.43: καὶ γὰρ ἐγὼ σοὶ, δῶκα ἑκὼν: ἀέκοντί γε θυμῷ:
Commented on by msAint 4.68, msA 4.70, msA 4.71, msA 4.792, msA 4.72
Iliad 4.44: αἳ γὰρ ὑπ’ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
Iliad 4.45: ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων:
Commented on by msA 4.74
Iliad 4.46: τάων μοὶ περὶ κῆρι τιέσκετο Ί̈λιος ϊρὴ:
Commented on by msA 4.76, msA 4.79, msAim 4.793
Iliad 4.47: καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίῳ Πριάμοιο :
Iliad 4.48: οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
Iliad 4.49: λοιβῆς τε κνίσης τε: τὸ γὰρ λάχομεν γέρας ἡμεῖς:
Iliad 4.50: Τονδ`’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη :
Iliad 4.51: ἤτοι ἐμοὶ τρεῖς μὲν πολυ φίλταταί εἰσι πόληες:
Iliad 4.52: Ἄργός τε; Σπάρτη τε: καὶ εὐρυάγυια Μυκήνη :
Commented on by msA 4.87
Iliad 4.53: τὰς διαπέρσαι. ὅτ’ ἄν τοι ἀπέχθωνται περὶ κῆρι:
Commented on by msA 4.88
Iliad 4.54: τάων οὔ τοι ἐγὼ πρόσθ’ ἵσταμαι οὐδὲ μεγαίρω:
Commented on by msA 4.91
Iliad 4.55: εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι:
Iliad 4.56: οὐκ ἀνύω φθονέους’. ἐπει ῆ πολὺ φέρτερος ἔσσι:
Commented on by msAim 4.794
Iliad 4.57: ἀλλα χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον:
Iliad 4.58: καὶ γὰρ ἐγὼ θεός εἰμι: γένος δέ μοι ἔνθεν, ὅθεν σοί:
Other texts (15 passages)
Scholia group: msA
msA 4.62: ‡ ἔρξον ὅπως ἐθέλεις: ὡς θέλεις πρᾶξον μή πως ἡ ἀμφιβο αὕτη ἐμοὶ καὶ σὺ γένηται: οἱ δὲ στείζοντες εἰς τὸ νίκος: λείπειν φασὶ τὴν διὰ καὶ τὸ γένηται ὑποτακτικὸν. ἀντι τοῦ γένοιτο ἢ γενέσθω :
Comments on 4.37-4.38
msA 4.70: καὶ γὰρ ἐγώ σοι δῶκα ἐκῶν : τὸ δοκοῦν ἀπεμφαίνειν: ἐν τῷ στίχω. οὐδεμίαν ἔχει διόρθωσιν ἐκ διαστολῆς: ὁ μέντοι λο αίρει διαστέλλειν ἐπι τὸ ἑκών . λέγει δὲ ἐκὼν μὲν ἐπεὶ μὴ εβιάσθη ἀλλα εῖξεν: ἀέκοντι δὲ θυμῷ . ἐπεὶ μὴ προ εἴλετο ἀλλ’ ἀπροαιρέτως τὴν πόλιν προΐεται τῇ γαμετῇ: σχεδὸν δὲ πᾶσι συμβαίνει τοῦτο τοῖς δύο ἄτοπων προκειμένων τὸ ἕλαττον αἱρουμένοις ⁑
Comments on 4.43
msA 4.71: ἄλλως: καὶ γὰρ ἐγώ σοι δῶκα ἑκὼν ἀέκοντί γε : πολλὰ γὰρ παρὰ προαίρεσιν τῆς ψυχῆς πράττομεν προς τὸ κεχαρισμένον τῶν πέλας ὡς εἰ ἔλεγεν: κατεδεξάμην μὲν ἐγὼ τάδε τῆς προαιρέσεως οὔ πω μοι κατένευσεν ⁑
Comments on 4.43
msA 4.792: δῶκα εκῶν : ἐν ἄλλω ἀέκοντί γε θυμῷ βιαζόμενος ὥσπερ οἱ πλεόντες. ἑκόντες μὲν ἀποβάλλουσι τὰ φορτία ἵνα σωθῶσιν ἄκοντες δὲ ζημιοῦνται ⁑
Comments on 4.43
msA 4.72: δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ εκὼν ἀεκοντί γε θυμῷ διὸ καλῶς ὁ Τρυφων φησὶ συναλείψας ἐν τῷ δῶκα συνάπτει τὸ ἑκῶν ἵν’ ᾖ δῶκ’ ἀέκων ἀεκοντί γε θυμῷ : ἠ εκῶν ἐγώ σοι ἔδωκα ἀεκούσης μου τῆς διανοίας ό εστι καίπερ μὴ βουλόμενος ⁑
Comments on 4.43
msA 4.74: ναιετάουσι ὅτι τῷ ἐνεργητικῳ ἀντι τοῦ παθητικοῦ κέχρηται ἀντι τοῦ ναιετάοονται ⁑
Comments on 4.45
msA 4.76: τάων μοι περὶ κῆρι: τὸ περι φυλάσσει τὸν τόνον: ὅτε σημαίνει τὸ περισσῶς ὁμοίως τὸ ὣς περι μὲν νόον ἐστι περι δ’ ϊὲρὰ θεοῖσι : τὸ δε κῆρι οὐδετερον ὅτ ἂν ᾖ προ περισπᾶται ἐκ γὰρ τοῦ κέαρι συνείληπται ὅταν δὲ θηλυκὸν ἦ ὀξύνεται ἐνθάδε δὲ οὐδετερον ἐστι προπερισπασθήσεται ἄρα ⁑
Comments on 4.46
msA 4.79: Ί̈λιος ἱρή: δια παντὸς θηλυκῶς ἅπαξ δὲ οὐδετέρως Ί̈λιον αἰπὺ ἕλοιεν Ἀθηναίης δια βουλάς ⁑
Comments on 4.46
msA 4.87: Ἄργος τε Σπάρτη τε: ὅτι τούτων τῶν πόλεων ἕνεκα συνεμάχουν τοῖς Ἕλλησιν οὐ διὰ τὸ ἀποκεκρίσθαι ὑπο Ἀλεξάνδρου τὸ καλλος αὐτῶν ὅπερ οὐκ οῖδεν Ὅμηρος ⁑
Comments on 4.52
msA 4.88: τὰς διαπέρσαι: προ τέλους ἡ οξεια τοῦ διαπέρσαι ἵν’ ᾖ ἀπαρεμφατ ἀντι προστατικοῦ: δείκνυσι δὲ τῶν ὀργιζόμ τὸ ῆθος ἀλόγιστον οἳ πόθω τῶν παρὰ χεῖρα τῶν μειζόνων ἀμελοῦσιν ⁑
Comments on 4.53
msA 4.91: μεγαίρω: ἀντι μέλλοντος τοῦ φθονήσω ἀνθυπάγει οὖν αὐτῶ τὸ φθονέῳ ⁑
Comments on 4.54
msA 4.92: εἴπερ γὰρ φθονέω τε: ἀθετοῦνται ἀμφότεροι: ὅτι τὴν χάριν ἁναλύουσιν εἰ καὶ μὴ προσδεηθεὶς δύναται τούτ’ ἔχειν ⁑
Comments on 4.55-4.56
Scholia group: msAint
msAint 4.68: ορθοτονητ τὴν σοὶ δύναται γὰρ ἀντιδιαστ εἰναι ⁑
Comments on 4.43
Scholia group: msAim
msAim 4.793: οτ θηλυκῶς τὴν Ἴλιον :
Comments on 4.46
msAim 4.794: φέρτατος ἔσσι ⁑
Comments on 4.56
previous | next |
---|---|
msA 51v | msA 52v |