Venetus A (Marciana 454 = 822), folio 51, verso

previousnext
msA 51rmsA 52r

Iliad text (25 lines)


Iliad 4.9: ἀλλ`’ ἤτοι, ταὶ, νόσφι καθήμεναι. εἰσορόωσαι


Iliad 4.10: τέρπεσθον: τῷ δ’ αῦτε φιλομμειδὴς Ἀφροδίτη


Iliad 4.11: αἰεὶ παρμέμβλωκε. καὶ αὐτοῦ κῆρας ἀμύνει:

Commented on by msAint 4.791


Iliad 4.12: καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι:


Iliad 4.13: ἀλλ`’ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου :


Iliad 4.14: ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα.


Iliad 4.15: ή ρ’ αῦτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν


Iliad 4.16: ὄρσομεν. ἦ φιλότητα μετ αμφοτέροισι βάλωμεν:


Iliad 4.17: εἰ δ’ αύτως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο:

Commented on by msA 4.32, msAim 4.789


Iliad 4.18: ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος:


Iliad 4.19: αῦτις δ’ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο:


Iliad 4.20: Ὡς ἔφαθ’: αἱ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη .


Iliad 4.21: πλησίαι αἵ γ’ ἥσθην. κακὰ δὲ Τρώεσσι μεδέσθην:

Commented on by msA 4.37


Iliad 4.22: ἤτοι Ἀθηναίη ἀκέων ἦν: οὐδέ τι εἶπε

Commented on by msA 4.39


Iliad 4.23: σκυζομένη Διῒ πατρὶ. χόλος δέ μιν ἄγριος ῄρει:

Commented on by msAim 4.790


Iliad 4.24: Ἥρῃ δ’ οὐκ ἔχαδὲ στῆθος χόλον: ἀλλὰ προσηῦδα


Iliad 4.25: αἰνότατε Κρονίδη : ποῖον τὸν μῦθον ἔειπες:


Iliad 4.26: πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ’ ἀτέλεστον

Commented on by msA 4.44


Iliad 4.27: ἱ̈δρῶ θ’. ὃν ἵδρωσα μόγῳ: καμέτην δέ μοι ἵ̈πποι

Commented on by msA 4.47


Iliad 4.28: λαὸν ἀγειρούσῃ. Πριάμῳ κακὰ τοῖό τε παισίν:


Iliad 4.29: ἔρδ’: ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι:


Iliad 4.30: Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς :


Iliad 4.31: δαιμονίη. τί νύ̆ σε Πρίαμος Πριάμοιό τε παῖδες


Iliad 4.32: τόσσα κακὰ ῥέζουσιν, ὅ τ’ ἀσπερχὲς μενεαίνεις


Iliad 4.33: Ἰ̈λίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον:


Other texts (6 passages)


Scholia group: msA

msA 4.32: εἰ δ’ αὕτως. δια τοῦ π αἱ Ἀριστάρχου εἰ δ’ αὖ πως : ἐν δε τῇ κατ Ἀριστοφ εἰ δ’ αύτως δια του τ ⁑

Comments on 4.17


msA 4.37: πλησίαι αἵ γ’ ἤσθην : τὴν καθέδραν Ήρας καὶ Ἀθηνᾶς ὑποτίθεται ἐκατέρωθεν πλησίον τοῦ Διὸς

Comments on 4.21


msA 4.39: ἤτοι Ἀθηναίη : προς τὸ ἀκέων ὅτι ἀντι τοῦ ἀκέουσα ἐξενήνεκται οὐ γάρ ἐστιν ἀντι του ἠσύχως ὡς ὁ Ἀριστόνικος ἐν τοῖς Σημείοις φη ὁμοίως τὸ ἀλλ’ ἀκέων δαίνυσθε ὁ γαρ Ἀπολλωνιος ἐν τῷ Περι μετοχῆς ἀποδείκνυσιν: ἀκριβέστατα ἐκ τῆς συντάξεως ὅτι οὐ δύνατ εἰναι ἐπίρρημ μεσότητος ⁑

Comments on 4.22


msA 4.47: ἱδρωθ’ ὃν ἵδρωσα. αἱτιατική ἐστι κατ ἕκθλιψιν εἰλημμένη ἔνθεν προπερισπῶμεν: ὀξύνεται γὰρ ἡ ευθεία ὁμοιως τῷ εὐρώς. τὸ δὲ ϊδρῶσα οὐκ αναγκαῖον συστέλλειν δύναται γὰρ καὶ ἐκτείνεσθαι καὶ μηδὲν λυμαίνεσθ τῷ μέτρῳ ἔφαμεν δὲ τὸν ποιητ ἀδιαφόρως καὶ φυλάσσειν τὸν χρόνον τῶν παροχημένων καὶ ἀποβάλλειν. δύναται μέντοι καὶ ϊδρῶ τε εῖναι τὸ πλῆρες ἐπεὶ σύνηθες αὐτῷ οὕτως τὴν αιτιατικὴν προφέρεσθαι ἰδρῷ ἀπεψύχοντο ⁑

Comments on 4.27


Scholia group: msAint

msAint 4.791: ‘ πάρεστι

Comments on 4.11


Scholia group: msAim

msAim 4.789: Ἀρισταρχ εἰ δ’ αὖ πωσι

Comments on 4.17


previousnext
msA 51rmsA 52r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1